Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

73.2 ἐκράτησε δὲ καὶ τῆς Ἐντέλλης καὶ τοὺς τὰ Καρχηδονίων μάλιστα φρονοῦντας πεντεκαίδεκα θανατώσας τοῖς ἄλλοις ἀπένειμε τὴν ἐλευθερίαν. τοῦ δὲ Τιμολέοντος αὐξομένου τῇ τε δυνάμει καὶ τῇ κατὰ τὴν στρατηγίαν δόξῃ αἱ μὲν Ἑλληνίδες πόλεις αἱ κατὰ τὴν Σικελίαν ἅπασαι προθύμως ὑπετάγησαν τῷ Τιμολέοντι διὰ τὸ πάσαις τὰς αὐτονομίας ἀποδιδόναι, τῶν δὲ Σικελῶν καὶ Σικανῶν καὶ τῶν ἄλλων τῶν ὑπὸ τοὺς Καρχηδονίους τεταγμένων πολλαὶ διεπρεσβεύοντο πόλεις, σπεύδουσαι παραληφθῆναι πρὸς τὴν συμμαχίαν.
73.3 Καρχηδόνιοι δὲ τοὺς κατὰ τὴν Σικελίαν στρατηγοὺς ὁρῶντες ἀγεννῶς τὸν πόλεμον διοικοῦντας ἔκριναν ἑτέρους ἀποστέλλειν μετὰ δυνάμεων μεγάλων. εὐθὺς οὖν τῶν πολιτῶν κατέλεγον τοὺς ἀρίστους εἰς τὴν στρατείαν καὶ τῶν Λιβύων τοὺς εὐθέτους ἐστρατολόγουν, χωρὶς δὲ τούτων προχειρισάμενοι χρημάτων πλῆθος μισθοφόρους ἐξενολόγουν Ἴβηρας καὶ Κελτοὺς καὶ Λίγυας· ἐναυπηγοῦντο δὲ καὶ ναῦς μακρὰς καὶ φορτηγοὺς πολλὰς ἤθροιζον καὶ τὴν ἄλλην παρασκευὴν ἀνυπέρβλητον ἐποιοῦντο.
74.1 ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Νικομάχου Ῥωμαῖοι κατέστησαν ὑπάτους Γάιον Μάρκιον καὶ Τίτον Μάλλιον Τορκουᾶτον. ἐπὶ δὲ τούτων Φωκίων μὲν ὁ Ἀθηναῖος κατεπολέμησε Κλείταρχον τὸν Ἐρετρίας τύραννον καθεσταμένον ὑπὸ Φιλίππου.
74.2 κατὰ δὲ τὴν Καρίαν Πιζώδαρος ὁ νεώτερος τῶν ἀδελφῶν ἐξέβαλεν ἐκ τῆς δυναστείας Ἄδαν καὶ ἐδυνάστευσεν ἔτη πέντε ἕως ἐπὶ τὴν Ἀλεξάνδρου διάβασιν εἰς τὴν Ἀσίαν. Φίλιππος δὲ ἀεὶ μᾶλλον αὐξόμενος ἐπὶ τὴν Πέρινθον ἐστράτευσεν, ἐναντιουμένην μὲν ἑαυτῷ, πρὸς δὲ Ἀθηναίους ἀποκλίνουσαν. συστησάμενος δὲ πολιορκίαν καὶ μηχανὰς προσάγων τῇ πόλει καθʼ ἡμέραν ἐκ διαδοχῆς προσέβαλλεν τοῖς τείχεσιν.
74.3 ὀγδοηκονταπήχεις δὲ πύργους κατασκευάσας, ὑπεραίροντας πολὺ τῶν κατὰ τὴν Πέρινθον πύργων, ἐξ ὑπεροχῆς κατεπόνει τοὺς πολιορκουμένους· ὁμοίως δὲ καὶ διὰ τῶν κριῶν σαλεύων τὰ τείχη καὶ διὰ τῆς μεταλλείας ὑπορύττων ἐπὶ πολὺ μέρος τὸ τεῖχος κατέβαλεν. ἀμυνομένων δὲ τῶν Περινθίων εὐρώστως καὶ ταχὺ τεῖχος ἕτερον ἀντοικοδομησάντων ἀγῶνες θαυμαστοὶ καὶ τειχομαχίαι συνίσταντο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme