Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

72.1 ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Σωσιγένους Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Οὐαλέριον καὶ Μάρκον Γναῖον Πόπλιον. ἐπὶ δὲ τούτων Ἀρύμβας ὁ τῶν Μολοττῶν βασιλεὺς ἐτελεύτησεν ἄρξας ἔτη δέκα, ἀπολιπὼν υἱὸν τὸν Πύρρου πατέρα Αἰακίδην· τὴν δʼ ἀρχὴν διεδέξατο Ἀλέξανδρος ὁ ἀδελφὸς Ὀλυμπιάδος, συνεργήσαντος Φιλίππου τοῦ Μακεδόνος.
72.2 κατὰ δὲ τὴν Σικελίαν Τιμολέων μὲν ἐστράτευσεν ἐπὶ Λεοντίνους· εἰς ταύτην γὰρ τὴν πόλιν Ἱκέτας κατεπεφεύγει μετὰ δυνάμεως ἀξιολόγου. τὸ μὲν οὖν πρῶτον προσέβαλε τῇ Νέᾳ καλουμένῃ πόλει· μετὰ δὲ ταῦτα πολλῶν στρατιωτῶν ἐν τῇ πόλει συγκεκλεισμένων καὶ ῥᾳδίως ἀπὸ τῶν τειχῶν ἀμυνομένων ἄπρακτος γενόμενος ἔλυσε τὴν πολιορκίαν.
72.3 παρελθὼν δὲ πρὸς πόλιν Ἔγγυον, τυραννουμένην ὑπὸ Λεπτίνου, προσβολὰς συνεχεῖς ἐποιεῖτο βουλόμενος τὸν μὲν Λεπτίνην ἐκβαλεῖν ἐκ τῆς πόλεως, τοῖς δʼ Ἐγγυΐνοις τὴν ἐλευθερίαν ἀποδοῦναι.
72.4 περὶ ταῦτα δὲ τοῦ Τιμολέοντος ὄντος Ἱκέτας πανδημεὶ στρατεύσας ἐκ τῶν Λεοντίνων ἐπολιόρκει τὰς Συρακούσσας, πολλοὺς δὲ τῶν στρατιωτῶν ἀποβαλὼν ταχέως ἐπανῆλθεν εἰς τοὺς Λεοντίνους.
72.5 ὁ δὲ Τιμολέων καταπληξάμενος τὸν Λεπτίνην τοῦτον μὲν ὑπόσπονδον ἐξέπεμψεν εἰς τὴν Πελοπόννησον, ἐνδεικνύμενος τοῖς Ἕλλησι τὰς τῶν καταπολεμηθέντων τυράννων ἐκπτώσεις. οὔσης δὲ καὶ τῆς τῶν Ἀπολλωνιατῶν πόλεως ὑπὸ τὸν Λεπτίνην παραλαβὼν τὴν Ἀπολλωνίαν ταύτῃ τε καὶ τῇ τῶν Ἐγγυΐνων ἀπέδωκε τὴν αὐτονομίαν.
73.1 ἀπορούμενος δὲ χρημάτων εἰς τὰς τῶν ξένων μισθοδοσίας ἐξαπέστειλε στρατιώτας χιλίους μετὰ τῶν ἀξιολογωτάτων ἡγεμόνων εἰς τὴν τῶν Καρχηδονίων ἐπικράτειαν. οὗτοι δὲ πολλὴν χώραν πορθήσαντες καὶ λαφύρων πλῆθος κομίσαντες παρέδωκαν τῷ Τιμολέοντι. ὁ δὲ λαφυροπωλήσας τὴν λείαν καὶ χρημάτων πλῆθος ἀθροίσας ἔδωκε τοῖς μισθοφόροις εἰς πλείω χρόνον τοὺς μισθούς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme