Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

69.4 πρῶτον μὲν γὰρ Μάρκος ὁ τῶν Καταναίων τύραννος δύναμιν ἀξιόλογον ἔχων προσέθετο τῷ Τιμολέοντι, ἔπειτα πολλὰ τῶν φρουρίων ὀρεγόμενα τῆς ἐλευθερίας ἀπέκλινε πρὸς αὐτόν, τὸ δὲ τελευταῖον Κορίνθιοι δέκα ναῦς πληρώσαντες χρήματά τε πορίσαντες ἐξαπέστειλαν εἰς τὰς Συρακούσσας.
69.5 ὧν πραχθέντων Τιμολέων μὲν ἐθάρρησεν, οἱ δὲ Καρχηδόνιοι φοβηθέντες ἀπέπλευσαν ἐκ τοῦ λιμένος ἀλόγως καὶ μετὰ πάσης τῆς δυνάμεως εἰς τὴν ἰδίαν ἐπικράτειαν ἀπηλλάγησαν.
69.6 μονωθέντος δὲ τοῦ Ἱκέτα Τιμολέων περιγενόμενος τῶν πολεμίων ἐκράτησε τῶν Συρακουσσῶν. εὐθὺς δὲ καὶ τὴν Μεσσήνην μετατεθειμένην πρὸς Καρχηδονίους ἀνεκτήσατο.
69.7 καὶ τὰ μὲν κατὰ Σικελίαν ἐν τούτοις ἦν. κατὰ δὲ τὴν Μακεδονίαν Φίλιππος πατρικὴν ἔχθραν διαδεδεγμένος πρὸς Ἰλλυριοὺς καὶ τὴν διαφορὰν ἀμετάθετον ἔχων ἐνέβαλεν εἰς τὴν Ἰλλυρίδα μετὰ πολλῆς δυνάμεως. πορθήσας δὲ τὴν χώραν καὶ πολλὰ τῶν πολισμάτων χειρωσάμενος μετὰ πολλῶν λαφύρων ἐπανῆλθεν εἰς τὴν Μακεδονίαν.
69.8 μετὰ δὲ ταῦτα παρελθὼν εἰς τὴν Θετταλίαν καὶ τοὺς τυράννους ἐκ τῶν πόλεων ἐκβαλὼν ἰδίους ταῖς εὐνοίαις ἐποιήσατο τοὺς Θετταλούς· ἤλπιζε γὰρ τούτους ἔχων συμμάχους καὶ τοὺς Ἕλληνας ῥᾳδίως εἰς εὔνοιαν προτρέψασθαι· ὅπερ καὶ συνέβη γενέσθαι. εὐθὺς γὰρ οἱ πλησιόχωροι τῶν Ἑλλήνων συνενεχθέντες τῇ τῶν Θετταλῶν κρίσει συμμαχίαν προθύμως πρὸς αὐτὸν ἐποιήσαντο.
70.1 ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Πυθοδότου Ῥωμαῖοι κατέστησαν ὑπάτους Γάιον Πλαύτιον καὶ Τίτον Μάλλιον. ἐπὶ δὲ τούτων Τιμολέων καταπληξάμενος Διονύσιον τὸν τύραννον ἔπεισεν αὐτὸν παραδοῦναι τὴν ἀκρόπολιν καὶ τὴν ἀρχὴν ἀποθέμενον ἀπελθεῖν εἰς Πελοπόννησον ὑπόσπονδον, ἔχοντα τὰ ἴδια χρήματα.
70.2 οὗτος μὲν οὖν διʼ ἀνανδρίαν καὶ ταπεινότητα ψυχῆς τήν τε περιβόητον τυραννίδα καὶ δεδεμένην, ὡς ἔφασαν, ἀδάμαντι τὸν εἰρημένον τρόπον ἀπέλιπε καὶ κατεβίωσεν ἀπορούμενος ἐν Κορίνθῳ, τὸν δʼ ἴδιον βίον καὶ τὴν μεταβολὴν ἔσχε παράδειγμα τοῖς καυχωμένοις ἀφρόνως ἐπὶ ταῖς εὐτυχίαις·
70.3 ὁ γὰρ ἔχων τετρακοσίας τριήρεις μετʼ ὀλίγον ἐν μικρῷ στρογγύλῳ πλοίῳ κατέπλευσεν εἰς τὴν Κόρινθον, περίβλεπτον ἔχων τὴν τῆς μεταβολῆς ὑπερβολήν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme