Book 20
68.8
ὁ δὲ τῆς πόλεως ταύτης ἡγούμενος, διὰ παντὸς πεφρονηκὼς τὰ τῶν Συρακοσίων, Ἀνδρόμαχος, φιλοφρόνως ὑπεδέξατο τοὺς διωκομένους καὶ πολλὰ συνεβάλετο πρὸς τὴν σωτηρίαν αὐτῶν.
68.9
μετὰ δὲ ταῦτα ὁ μὲν Ἱκέτας ἀναλαβὼν τῶν στρατιωτῶν τοὺς ἀρίστους πεντακισχιλίους ἐστράτευσεν ἐπὶ τοὺς Ἀδρανίτας ἀντιπράττοντας αὐτῷ καὶ πλησίον τῆς πόλεως κατεστρατοπέδευσεν· ὁ δὲ Τιμολέων προσλαβόμενος παρὰ τῶν Ταυρομενίων στρατιώτας ἀνέζευξεν ἐκ τοῦ Ταυρομενίου, τοὺς ἅπαντας ἔχων οὐ πλείους τῶν χιλίων.
68.10
ἀρχομένης δὲ τῆς νυκτὸς ἀφορμήσας καὶ διανύσας ἐπὶ τὸ Ἄδρανον δευτεραῖος ἀνελπίστως ἐπέθετο τοῖς περὶ τὸν Ἱκέταν δειπνοποιουμένοις· παρεισπεσὼν δʼ εἰς τὴν παρεμβολὴν καὶ φονεύσας πλείους τῶν τριακοσίων, ζωγρήσας δὲ περὶ ἑξακοσίους τῆς παρεμβολῆς ἐκράτησε.
68.11
τούτῳ δὲ τῷ στρατηγήματι ἕτερον ἐπεισάγων παραχρῆμα ἐπὶ τὰς Συρακούσσας ἀφώρμησε καὶ δρομαῖος τὴν ὁδὸν διανύσας ἀπροσδοκήτως προσέπεσε ταῖς Συρακούσσαις, καταταχήσας τοὺς ἀπὸ τῆς τροπῆς φεύγοντας. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
69.1
ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Λυκίσκου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Οὐαλέριον καὶ Μάρκον Ποπίλιον, Ὀλυμπιὰς δʼ ἤχθη ἑκατοστὴ καὶ ἐνάτη, καθʼ ἣν ἐνίκα στάδιον Ἀριστόλοχος Ἀθηναῖος. ἐπὶ δὲ τούτων Ῥωμαίοις μὲν πρὸς Καρχηδονίους πρῶτον συνθῆκαι ἐγένοντο.
69.2
κατὰ δὲ τὴν Καρίαν Ἰδριεὺς ὁ δυνάστης τῶν Καρῶν ἐτελεύτησεν ἄρξας ἔτη ἑπτά, τὴν δὲ ἀρχὴν διαδεξαμένη Ἄδα ἡ ἀδελφὴ καὶ γυνὴ ἐδυνάστευσεν ἔτη τέσσαρα.
69.3
κατὰ δὲ τὴν Σικελίαν Τιμολέων μὲν Ἀδρανίτας καὶ Τυνδαρίτας εἰς συμμαχίαν προσλαβόμενος στρατιώτας οὐκ ὀλίγους παρʼ αὐτῶν παρέλαβεν, ἐν δὲ ταῖς Συρακούσσαις πολλὴ ταραχὴ κατεῖχε τὴν πόλιν Διονυσίου μὲν τὴν Νῆσον ἔχοντος, Ἱκέτα δὲ τῆς Ἀχραδινῆς καὶ Νέας πόλεως κυριεύοντος, Τιμολέοντος δὲ τὰ λοιπὰ τῆς πόλεως παρειληφότος, καὶ Καρχηδονίων τριήρεσι μὲν ἑκατὸν καὶ πεντήκοντα καταπεπλευκότων εἰς τὸν μέγαν λιμένα, πεζοῖς δὲ στρατιώταις πεντακισμυρίοις κατεστρατοπεδευκότων. διόπερ τῶν περὶ τὸν Τιμολέοντα καταπεπληγμένων τὸ πλῆθος τῶν πολεμίων ἄλογός τις καὶ παράδοξος ἐγένετο μεταβολή·