Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

65.8 ἔδοξεν οὖν τῷ συνεδρίῳ πέμπειν τὸν Τιμολέοντα καὶ πρὸς τὸ κατορθῶσαι τὴν πρᾶξιν ξένας τινὰς καὶ παραδόξους αἱρέσεις αὐτῷ προέθηκαν· διεβεβαιώσαντο γάρ, ἐὰν μὲν καλῶς ἄρξῃ τῶν Συρακοσίων, κρίνειν αὐτὸν τυραννοκτόνον, ἐὰν δὲ πλεονεκτικώτερον, ἀδελφοῦ φονέα.
65.9 ὁ δὲ Τιμολέων οὐχ οὕτω διὰ τὸν ἐπικρεμασθέντα φόβον ὑπὸ τῆς γερουσίας ὡς διὰ τὴν ἀρετὴν καλῶς καὶ συμφερόντως προέστη τῶν κατὰ τὴν Σικελίαν πραγμάτων· Καρχηδονίους μὲν γὰρ κατεπολέμησε, τὰς δὲ κατεσκαμμένας ὑπὸ τῶν βαρβάρων Ἑλληνίδας πόλεις ἀπεκατέστησεν εἰς τὴν ἐξ ἀρχῆς κατάστασιν, πᾶσαν δὲ Σικελίαν ἠλευθέρωσε, καθόλουδὲ τὰς Συρακούσσας καὶ τὰς ἄλλας Ἑλληνίδας πόλεις παραλαμβάνων ἐρήμους ἐποίησε πολυανθρωπίᾳ διενεγκεῖν. ἀλλὰ περὶ μὲν τούτων τὰ κατὰ μέρος μικρὸν ὕστερον ἐν τοῖς οἰκείοις χρόνοις ἀναγράψομεν, νῦν δʼ ἐπὶ τὸ συνεχὲς τῆς ἱστορίας μεταβιβάσομεν τὸν λόγον.
66.1 ἐπʼ ἄρχοντος γὰρ Ἀθήνησιν Εὐβούλου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Φάβιον καὶ Σερούιον Σουλπίκιον. ἐπὶ δὲ τούτων Τιμολέων ὁ Κορίνθιος προκεχειρισμένος ὑπὸ τῶν πολιτῶν ἐπὶ τὴν ἐν Συρακούσσαις στρατηγίαν παρεσκευάζετο πρὸς τὸν εἰς τὴν Σικελίαν ἔκπλουν.
66.2 ἑπτακοσίους μὲν οὖν ξένους ἐμισθώσατο, στρατιωτῶν δὲ τέσσαρας τριήρεις πληρώσας καὶ ταχυναυτούσας τρεῖς ἐξέπλευσεν ἐκ Κορίνθου. ἐν παράπλῳ δὲ παρὰ Λευκαδίων καὶ Κορκυραίων τρεῖς ναῦς προσλαβόμενος ἐπεραιοῦτο δέκα ναυσὶ τὸν Ἰόνιον καλούμενον πόρον.
66.3 ἴδιον δέ τι καὶ παράδοξον συνέβη γενέσθαι τῷ Τιμολέοντι κατὰ τὸν πλοῦν, τοῦ δαιμονίου συνεπιλαβομένου τῆς ἐπιβολῆς καὶ προσημαίνοντος τὴν ἐσομένην περὶ αὐτὸν εὐδοξίαν καὶ λαμπρότητα τῶν πράξεων· διʼ ὅλης γὰρ τῆς νυκτὸς προηγεῖτο λαμπὰς καιομένη κατὰ τὸν οὐρανὸν μέχρι οὗ συνέβη τὸν στόλον εἰς τὴν Ἰταλίαν καταπλεῦσαι.
66.4 ὁ δὲ Τιμολέων προακηκοὼς ἦν ἐν Κορίνθῳ τῶν τῆς Δήμητρος καὶ Κόρης ἱερειῶν ὅτι κατὰ τὸν ὕπνον αὐταῖς αἱ θεαὶ προήγγειλαν συμπλεύσεσθαι τοῖς περὶ τὸν Τιμολέοντα κατὰ τὸν πλοῦν τὸν εἰς τὴν ἱερὰν αὐτῶν νῆσον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme