Book 20
65.1
κατὰ γὰρ τὴν Σικελίαν Συρακόσιοι στασιάζοντες πρὸς ἀλλήλους καὶ τυραννίσι πολλαῖς καὶ ποικίλαις δουλεύειν ἀναγκαζόμενοι πρέσβεις ἐξέπεμψαν εἰς Κόρινθον, ἀξιοῦντες αὐτοῖς ἀποστεῖλαι στρατηγὸν τὸν ἐπιμελησόμενον τῆς πόλεως καὶ καταλύσοντα τὴν τῶν τυραννεῖν ἐπιβαλομένων πλεονεξίαν.
65.2
οἱ δὲ κρίνοντες δίκαιον εἶναι τοῖς ἀπογόνοις βοηθεῖν ἐψηφίσαντο πέμπειν στρατηγὸν Τιμολέοντα Τιμαινέτου, πρωτεύοντα τῶν πολιτῶν ἀνδρείᾳ τε καὶ συνέσει στρατηγικῇ καὶ καθόλου πάσαις ταῖς ἀρεταῖς κεκοσμημένον. ἴδιον δέ τι συνέβη περὶ τὸν ἄνδρα συμπεσεῖν, ὃ συνελάβετο αὐτῷ πρὸς τὴν τῆς στρατηγίας αἵρεσιν.
65.3
Τιμοφάνης γὰρ ὁ ἀδελφὸς αὐτοῦ προέχων τῶν Κορινθίων πλούτῳ τε καὶ τόλμῃ πάλαι μὲν ἦν φανερὸς τυραννίδος ὀρεγόμενος, τότε δὲ τοὺς ἀπόρους ἀναλαμβάνων καὶ πανοπλίαις κατασκευαζόμενος καὶ τοὺς πονηροτάτους ἔχων μεθʼ ἑαυτοῦ κατὰ τὴν ἀγορὰν περιῄει, οὐ προσποιούμενος ὅτι τύραννός ἐστι, τὰ δὲ τῆς τυραννίδος ἔργα διαπραττόμενος.
65.4
ὁ δὲ Τιμολέων ἀλλοτριώτατος ὢν μοναρχίας τὸ μὲν πρῶτον ἐπεχείρει πείθειν τὸν ἀδελφὸν ἀποστῆναι τῆς ἐπιβολῆς, ὡς δʼ οὐχ ὑπήκουεν, ἀλλʼ αἰεὶ καὶ μᾶλλον ἐπετείνετο τῇ τόλμῃ, ἀδυνατῶν αὐτὸν λόγῳ διορθώσασθαι περιπατοῦντα κατὰ τὴν ἀγορὰν ἀπέσφαξεν.
65.5
θορύβου δὲ γενομένου καὶ τῶν πολιτῶν συνδραμόντων διά τε τὸ παράδοξον καὶ τὴν δεινότητα τῆς πράξεως στάσις ἐγίνετο. οἱ μὲν γὰρ ἔφασαν δεῖν ὡς ἐμφύλιον φόνον πεπραχότα τὸν Τιμολέοντα τυγχάνειν τῆς ἐκ τῶν νόμων τιμωρίας, οἱ δὲ τοὐναντίον ἀπεφαίνοντο δεῖν ἐπαινεῖν τὸν ἄνδρα ὡς τυραννοκτόνον.
65.6
τῆς δὲ γερουσίας συνεδρευούσης ἐν τῷ βουλευτηρίῳ καὶ τῆς περὶ τὴν πρᾶξιν ἀμφισβητήσεως ἐπὶ τὸ συνέδριον ἀναπεμφθείσης οἱ μὲν ἐχθροὶ τοῦ Τιμολέοντος κατηγόρουν, οἱ δὲ χαριέστεροι συνηγοροῦντες συνεβούλευον σώζειν τὸν ἄνδρα.
65.7
ἀκρίτου δʼ ἔτι τῆς ζητήσεως οὔσης κατέπλευσαν ἐκ τῶν Συρακουσσῶν οἱ πρέσβεις καὶ τῇ γερουσίᾳ τὰς ἐντολὰς δηλώσαντες ἠξίουν τὴν ταχίστην ἀποστεῖλαι τὸν στρατηγόν.