Book 20
56.7
ἔνιοι δὲ τῶν συγγραφέων φασὶν οὐκ ἐλάττω γενέσθαι τὰ συληθέντα τῶν ἐν τοῖς Περσικοῖς θησαυροῖς ὑπʼ Ἀλεξάνδρου κατακτηθέντων. ἐπεχείρησαν δʼ οἱ περὶ τὸν Φάλαικον στρατηγοὶ καὶ τὸν ναὸν ὀρύττειν, εἰπόντος τινὸς ὡς ἐν αὐτῷ θησαυρὸς εἴη πολὺν ἔχων ἄργυρόν τε καὶ χρυσόν· καὶ τὰ περὶ τὴν ἑστίαν καὶ τὸν τρίποδα φιλοτίμως ἀνέσκαπτον. ὁ δὲ μηνύσας τὸν θησαυρὸν μάρτυρα παρείχετο τὸν ἐπιφανέστατον καὶ ἀρχαιότατον τῶν ποιητῶν Ὅμηρον ἐν οἷς λέγει οὐδʼ ὅσα λάινος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει Φοίβου Ἀπόλλωνος Πυθοῖ ἐνὶ πετρηέσσῃ. Hom. Il. 9.404-405
56.8
τῶν δὲ στρατιωτῶν ἐγχειρούντων σκάπτειν τὰ περὶ τὸν τρίποδα σεισμοὶ μεγάλοι γενόμενοι τοῖς Φωκεῦσι φόβον ἐπέστησαν, φανερῶς δὲ τῶν θεῶν προσημαινόντων τὴν κατὰ τῶν ἱεροσύλων κόλασιν ἀπέστησαν τῶν ἔργων. ὁ δὲ τῆς παρανομίας ταύτης ἡγεμὼν Φίλων ὁ προειρημένος ταχὺ τῷ δαιμονίῳ τὰς προσηκούσας δίκας ἐξέτισε.
57.1
τῆς δὲ τῶν ἱερῶν χρημάτων φθορᾶς τὴν μὴν ὅλην ἐπιγραφὴν ἔσκον Φωκεῖς, μετέσχον δὲ τῆς αἱρέσεως Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι συμμαχήσαντες τοῖς Φωκεῦσι καὶ οὐ κατὰ τὸ πλῆθος τῶν ἐκπεμπομένων στρατιωτῶν τοὺς μισθοὺς λαβόντες.
57.2
οὕτω δὲ τοῖς Ἀθηναίοις ὁ χρόνος οὗτος ἤνεγκεν ἐξαμαρτάνειν εἰς τὸ δαιμόνιον ὥστε μικρὸν ἀνώτερον τῶν Δελφικῶν καιρῶν Ἰφικράτους διατρίβοντος περὶ Κόρκυραν μετὰ ναυτικῆς δυνάμεως καὶ Διονυσίου τοῦ Συρακοσίων δυνάστου πέμψαντος εἰς Ὀλυμπίαν καὶ Δελφοὺς ἀγάλματα ἐκ χρυσοῦ καὶ ἐλέφαντος δεδημιουργημένα περιτυχὼν ταῖς κομιζούσαις αὐτὰ ναυσὶν ὁ Ἰφικράτης καὶ κρατήσας αὐτῶν διεπέμψατο πρὸς τὸν δῆμον ἐπερωτῶν τί χρὴ πράττειν, οἱ δʼ Ἀθηναῖοι προσέταξαν αὐτῷ μὴ τὰ τῶν θεῶν ἐξετάζειν, ἀλλὰ σκοπεῖν ὅπως τοὺς στρατιώτας διαθρέψει.