Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

53.2 ἐπὶ δὲ τούτων Φίλιππος μὲν σπεύδων τὰς ἐφʼ Ἑλλησπόντῳ πόλεις χειρώσασθαι Μηκύβερναν μὲν καὶ Τορώνην χωρὶς κινδύνων διὰ προδοσίας παρέλαβεν, ἐπὶ δὲ τὴν μεγίστην τῶν περὶ τοὺς τόπους τούτους πόλεων Ὄλυνθον στρατεύσας μετὰ πολλῆς δυνάμεως τὸ μὲν πρῶτον νικήσας τοὺς Ὀλυνθίους δυσὶ μάχαις συνέκλεισεν εἰς πολιορκίαν, προσβολὰς δὲ συνεχεῖς ποιούμενος πολλοὺς τῶν στρατιωτῶν ἀπέβαλεν ἐν ταῖς τειχομαχίαις· τὸ δὲ τελευταῖον φθείρας χρήμασι τοὺς προεστηκότας τῶν Ὀλυνθίων, Εὐθυκράτην τε καὶ Λασθένην, διὰ τούτων προδοθεῖσαν τὴν Ὄλυνθον εἷλεν.
53.3 διαρπάσας δʼ αὐτὴν καὶ τοὺς ἐνοικοῦντας ἐξανδραποδισάμενος ἐλαφυροπώλησε. τοῦτο δὲ πράξας χρημάτων τε πολλῶν εἰς τὸν πόλεμον εὐπόρησε καὶ τὰς ἄλλας πόλεις τὰς ἐναντιουμένας κατεπλήξατο. τοὺς δὲ ἀνδραγαθήσαντας τῶν στρατιωτῶν κατὰ τὴν μάχην ἀξίαις δωρεαῖς τιμήσας καὶ χρημάτων πλῆθος διαδοὺς τοῖς ἐν ταῖς πόλεσιν ἰσχύουσι πολλοὺς ἔσχε προδότας τῶν πατρίδων. καὶ αὐτὸς δὲ ἀπεφαίνετο διὰ χρυσίου πολὺ μᾶλλον ἢ διὰ τῶν ὅπλων ηὐξηκέναι τὴν ἰδίαν βασιλείαν.
54.1 οἱ δʼ Ἀθηναῖοι τὴν αὔξησιν ὑφορώμενοι τοῦ Φιλίππου τοῖς ἀεὶ πολεμουμένοις ὑπὸ τοῦ βασιλέως ἐβοήθουν, πρέσβεις ἀποστέλλοντες ἐπὶ τὰς πόλεις καὶ παρακαλοῦντες τηρεῖν τὴν αὐτονομίαν καὶ τοὺς ἐπὶ τὴν προδοσίαν ὁρμῶντας τῶν πολιτῶν θανάτῳ κολάζειν· ἐπηγγέλλοντο δὲ πᾶσι συμμαχήσειν καὶ φανερῶς ἑαυτοὺς πολεμίους ἀποδείξαντες τῷ βασιλεῖ διεπολέμουν πρὸς Φίλιππον.
54.2 μάλιστα δʼ αὐτοὺς παρώξυνε προστῆναι τῆς Ἑλλάδος Δημοσθένης ὁ ῥήτωρ, δεινότατος ὢν τῶν κατʼ ἐκείνους τοὺς χρόνους Ἑλλήνων. οὐ μὴν ἡ πόλις γε ἀναστεῖλαι τῆς ἐπὶ τὴν προδοσίαν ὁρμῆς ἠδυνήθη τοὺς πολίτας· τοιαύτη γὰρ φορά τις προδοτῶν ὑπῆρξε τότε κατὰ τὴν Ἑλλάδα.
54.3 διὸ καί φασι τὸν Φίλιππον βουλόμενον ἑλεῖν τινα πόλιν ὀχυρότητι διαφέρουσαν, εἰπόντος τινὸς αὐτῷ τῶν ἐγχωρίων ἀνάλωτον αὐτὴν ἐκ βίας ὑπάρχειν, ἐπερωτῆσαι εἰ οὐδʼ ὁ χρυσὸς τὸ τεῖχος ὑπερβῆναι δυνατός ἐστιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme