Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

28.2 καὶ περὶ μὲν τοῦ βασιλέως ἐπειρᾶτο διδάσκειν αὐτὸν ὅτι γινομένης τῆς καθόδου ποιήσει τὸ προσταττόμενον ὑφʼ ἑτέρων, συναγωνισάμενος δὲ αὐτῷ καὶ τὸν νεανίσκον ἀνελὼν παραχρῆμα μὲν ἀπολήψεται τὰς προγεγενημένας κατὰ Μακεδονίαν δωρεάς, εἶτα καὶ δύναμιν ἀναλαβὼν στρατηγὸς ἀποδειχθήσεται περὶ Πελοπόννησον καὶ πάντων τῶν ἐν τῇ δυναστείᾳ τῇ Κασάνδρου κοινωνὸς ἔσται, τιμώμενος διαφόρως. πέρας δὲ πολλαῖς καὶ μεγάλαις ἐπαγγελίαις πείσας τὸν Πολυπέρχοντα καὶ συνθήκας ἐν ἀπορρήτοις συνθέμενος προετρέψατο δολοψονῆσαι τὸν βασιλέα.
28.3 ὁ δὲ Πολυπέρχων ἀνελὼν τὸν νεανίσκον καὶ φανερῶς κοινοπραγῶν τοῖς περὶ τὸν Κάσανδρον τάς τʼ ἐν τῇ Μακεδονίᾳ δωρεὰς ἐκομίσατο καὶ κατὰ τὰς ὁμολογίας παρέλαβε στρατιώτας πεζοὺς μὲν Μακεδόνας τετρακισχιλίους,
28.4 ἱππεῖς δὲ Θετταλοὺς πεντακοσίους. προσλαβόμενος δὲ καὶ τῶν ἄλλων τοὺς βουλομένους ἐπεχείρησε μὲν διὰ τῆς Βοιωτίας προάγειν εἰς Πελοπόννησον, ὑπὸ δὲ Βοιωτῶν καὶ Πελοποννησίων κωλυθεὶς ἀνέστρεψε καὶ προελθὼν εἰς Λοκροὺς ἐνταῦθα τὴν παραχειμασίαν ἐποιεῖτο.
29.1 ἅμα δὲ τούτοις πραττομένοις Λυσίμαχος μὲν ἐν Χερρονήσῳ πόλιν ἔκτισεν ἀφʼ ἑαυτοῦ Λυσιμαχίαν καλέσας. Κλεομένης δʼ ὁ τῶν Λακεδαιμονίων βασιλεὺς ἐτελεύτησεν ἄρξας ἔτη ἑξήκοντα καὶ μῆνας δέκα, τὴν δὲ βασιλείαν διαδεξάμενος ὁ Ἀρέτα υἱὸς ἦρξεν ἔτη τέσσαρα πρὸς τοῖς τεσσαράκοντα.
29.2 περὶ δὲ τοὺς αὐτοὺς καιροὺς Ἀμίλκας ὁ τῶν ἐν Σικελίᾳ δυνάμεων στρατηγὸς τὰ λοιπὰ τῶν χωρίων χειρωσάμενος προῆγεν μετὰ τῆς δυνάμεως ἐπὶ τὰς Συρακούσσας, ὡς καὶ ταύτας αἱρήσων κατὰ κράτος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme