Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

50.4 μετὰ δὲ ταῦτα τοῦ Βαγώου μετὰ τῶν Περσῶν εἰσιόντος ἄνευ τῆς τῶν Ἑλλήνων συγκαταθέσεως καὶ μέρους τῶν στρατιωτῶν εἰσεληλυθότος οἱ μὲν Ἕλληνες ἄφνω τὰς θύρας κλείσαντες ἐπέθεντο τοῖς ἐντὸς τῶν τειχῶν ὑπάρχουσι καὶ πάντας ἀνελόντες τὸν Βαγώαν αὐτὸν ἐζώγρησαν.
50.5 ὁ δὲ τὰς τῆς σωτηρίας ἐλπίδας ὁρῶν ἐν τῷ Μέντορι κειμένας ἐδεήθη σῶσαι καὶ εἰς τὸ λοιπὸν κατεπηγγείλατο μηθὲν πράξειν ἄνευ τῆς ἐκείνου γνώμης.
50.6 ὁ δὲ Μέντωρ πείσας τοὺς Ἕλληνας ἀφεῖναι τὸν Βαγώαν καὶ διʼ ἑαυτοῦ γενέσθαι τὴν παράδοσιν τὴν μὲν ἐπιγραφὴν τοῦ προτερήματος αὐτὸς ἀπηνέγκατο, τῷ δὲ Βαγώᾳ τῆς σωτηρίας αἴτιος γενόμενος συνέθετο πρὸς αὐτὸν κοινοπραγίαν καὶ δοὺς ὅρκους καὶ λαβὼν περὶ τούτων διετέλεσε τὴν σύνθεσιν φυλάττων μέχρι τῆς τοῦ βίου τελευτῆς.
50.7 διὸ καὶ συνέβη τούτους παρὰ βασιλεῖ συμφρονοῦντας ὕστερον πλεῖστον ἰσχῦσαι τῶν φίλων καὶ συγγενῶν τῶν παρʼ Ἀρταξέρξῃ· ὁ μὲν γὰρ Μέντωρ ἐν τοῖς παραθαλαττίοις μέρεσι τῆς Ἀσίας ἡγεμὼν μέγιστος ἀποδειχθεὶς τῷ βασιλεῖ μεγάλας παρείχετο χρείας ἐκ μὲν τῆς Ἑλλάδος μισθοφόρους ἀθροίζων καὶ πέμπων πρὸς Ἀρταξέρξην, κατὰ δὲ τὰς πράξεις ἀνδρείως καὶ πιστῶς ἅπαντα διοικῶν·
50.8 ὁ δὲ Βαγώας ἐν ταῖς ἄνω σατραπείαις ἅπαντα τῷ βασιλεῖ διῳκηκὼς τοσοῦτον ἴσχυσε διὰ τὴν πρὸς τὸν Μέντορα κοινωνίαν τῶν πράξεων ὥστε τῆς βασιλείας κύριον εἶναι καὶ μηδὲν πράττειν τὸν Ἀρταξέρξην ἄνευ τῆς ἐκείνου γνώμης. καὶ μετὰ τὴν ἐκείνου τελευτὴν τοὺς διαδόχους αἰεὶ τῆς βασιλείας οὗτος ἀπεδείκνυτο καὶ πάντα βασιλέως εἶχε πλὴν τῆς προσηγορίας. ἀλλὰ περὶ μὲν τούτων τὰ κατὰ μέρος ἐν τοῖς οἰκείοις χρόνοις ἀναγράψομεν.
51.1 τότε δὲ μετὰ τὴν τῆς Βουβάστου παράδοσιν αἱ λοιπαὶ πόλεις καταπλαγεῖσαι καθʼ ὁμολογίαν παρεδόθησαν τοῖς Πέρσαις. ἐν δὲ τῇ Μέμφει διατρίβων ὁ βασιλεὺς Νεκτανεβὼς καὶ θεωρῶν τὴν τῶν πόλεων ἐπὶ τὴν προδοσίαν ὁρμὴν οὐκ ἐτόλμησεν ὑποστῆναι τοὺς ὑπὲρ τῆς ἡγεμονίας κινδύνους. ἀπογνοὺς οὖν τὴν βασιλείαν καὶ τὰ πλεῖστα τῶν χρημάτων ἀναλαβὼν ἔφυγεν εἰς τὴν Αἰθιοπίαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme