Book 20
49.6
τοῦ δὲ Βαγώου φυγόντος πρὸς τὸν βασιλέα καὶ κατηγοροῦντος τοῦ Λακράτους ὁ Ἀρταξέρξης ἔκρινε δίκαια πεπονθέναι τοὺς περὶ τὸν Βαγώαν καὶ τῶν Περσῶν τοὺς αἰτίους τῆς ἁρπαγῆς ἀπέκτεινεν. τὸ μὲν οὖν Πηλούσιον τοῦτον τὸν τρόπον παρεδόθη τοῖς Πέρσαις.
49.7
Μέντωρ δὲ ὁ τοῦ τρίτου μέρους ἡγούμενος Βούβαστον καὶ πολλὰς ἄλλας πόλεις χειρωσάμενος ὑπηκόους ἐποίησε τῷ βασιλεῖ διʼ ἑνὸς στρατηγήματος. πασῶν γὰρ τῶν πόλεων φρουρουμένων ὑπὸ δυεῖν ἐθνῶν, Ἑλλήνων τε καὶ Αἰγυπτίων, ὁ Μέντωρ διέδωκε λόγον εἰς τοὺς στρατιώτας ὅτι βασιλεὺς Ἀρταξέρξης τοῖς μὲν ἑκουσίως παραδιδοῦσι τὰς πόλεις φιλανθρώπως χρήσασθαι διέγνωκε, τοῖς δὲ βίᾳ κρατηθεῖσι τὴν αὐτὴν ἀπονέμειν τιμωρίαν ἥνπερ τοῖς Σιδωνίοις ἐπέστησε· καὶ τοῖς φυλάττουσι τὰς πύλας παρήγγειλεν ἐᾶν τοὺς βουλομένους παρʼ αὐτῶν αὐτομολεῖν.
49.8
διόπερ ἀκωλύτως τῶν ἡλωκότων Αἰγυπτίων ἀπιόντων ἐκ τῆς παρεμβολῆς ταχέως εἰς ἁπάσας τὰς κατὰ τὴν Αἴγυπτον πόλεις ὁ λόγος ὁ προειρημένος διεσπάρη. εὐθὺς οὖν οἱ μισθοφόροι πρὸς τοὺς ἐγχωρίους πανταχῇ διεφέροντο καὶ στάσεως αἱ πόλεις ἐπληροῦντο. ἑκάτεροι γὰρ ἰδίᾳ διεφιλοτιμοῦντο παραδιδόναι τὰ φρούρια καὶ τῆς χάριτος ταύτης ἰδίας ἀγαθῶν ἐλπίδας ἠλλάττοντο· ὅπερ καὶ περὶ πρώτην τὴν Βούβαστον συνέβη γενέσθαι.
50.1
ὡς γὰρ οἱ περὶ τὸν Μέντορα καὶ Βαγώαν πλησίον αὐτῆς κατεστρατοπέδευσαν, οἱ μὲν Αἰγύπτιοι λάθρᾳ τῶν Ἑλλήνων ἐξέπεμψάν τινα πρὸς τὸν Βαγώαν, ἐπαγγελλόμενοι παραδώσειν τὴν πόλιν ἐὰν αὐτοῖς τὴν ἀσφάλειαν συγχωρήσωσιν.
50.2
οἱ δʼ Ἕλληνες αἰσθόμενοι τὸ γεγονὸς κατεδίωξαν τὸν ἀπεσταλμένον καὶ φόβον ἐπικρεμάσαντες ἤκουσαν τὴν ἀλήθειαν· ἐφʼ οἷς παροξυνθέντες ἐπέθεντο τοῖς Αἰγυπτίοις καὶ τινὰς μὲν ἀπέκτειναν, τινὰς δὲ τραυματίας ποιήσαντες τοὺς λοιποὺς συνήλασαν εἴς τι μέρος τῆς πόλεως.
50.3
οἱ δʼ ἡττηθέντες δηλώσαντες τῷ Βαγώᾳ τὸ γεγονὸς ἠξίουν κατὰ τάχος ἐλθόντα παραλαβεῖν τὴν πόλιν παρʼ αὐτῶν. τῶν δὲ Ἐλλήνων πρὸς τὸν Μέντορα λάθρᾳ διακηρυκευσαμένων ὁ Μέντωρ ἐν ἀπορρήτοις παρεκάλεσεν αὐτούς, ὅταν Βαγώας εἰς τὴν πόλιν εἰσέλθῃ, τὴν ἐπίθεσιν τοῖς βαρβάροις ποιήσασθαι.