Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

47.5 αὐτὸς δὲ τὴν λοιπὴν δύναμιν ἔχων ἐφήδρευε τοῖς ὅλοις πράγμασι. τοιαύτης δὲ τῆς διαιρέσεως γενομένης παρὰ τοῖς Πέρσαις ὁ μὲν τῶν Αἰγυπτίων βασιλεὺς Νεκτανεβὼς οὔτε τὸ πλῆθος τῶν πολεμίων οὔτε τὴν ὅλην διάταξιν τῶν Περσῶν κατεπλάγη, καίπερ πολὺ λειπόμενος τοῦ πλήθους.
47.6 εἶχε γὰρ Ἕλληνας μὲν μισθοφόρους δισμυρίους, Λίβυας δὲ παραπλησίους τούτοις, Αἰγυπτίους δὲ τοὺς μαχίμους παρʼ αὐτοῖς ὀνομαζομένους ἑξακισμυρίους, πρὸς δὲ τούτοις πλοίων ποταμίων πρὸς τὰς κατὰ τὸν Νεῖλον μάχας καὶ συμπλοκὰς εὐθέτων ἄπιστον πλῆθος.
47.7 ὠχύρωτο δʼ αὐτῷ καὶ ἡ πρὸς τὴν Ἀραβίαν νεύουσα πλευρὰ τοῦ ποταμοῦ, πεπυκνωμένη πολίσμασιν, ἔτι δὲ τείχεσι καὶ τάφροις πᾶσα διειλημμένη. ἔχων δὲ καὶ τὰς ἄλλας παρασκευὰς πάσας πρὸς τὸν πόλεμον ἱκανὰς διὰ τὴν ἰδίαν ἀβουλίαν ταχὺ τοῖς ὅλοις ἔπταισεν.
48.1 αἰτία δʼ ἐγένετο τῆς ἥττης μάλισθʼ ἡ τοῦ στρατηγεῖν ἀπειρία καὶ τὸ προνενικῆσθαι τοὺς Πέρσας ὑπʼ αὐτοῦ κατὰ τὴν πρὸ ταύτης γεγενημένην στρατείαν.
48.2 ἐσχηκὼς γὰρ τοὺς τότε στρατηγοὺς ἐπιφανεῖς ἄνδρας καὶ διαφέροντας ἀρετῇ τε καὶ ἀγχινοίᾳ στρατηγικῇ, Διόφαντον τὸν Ἀθηναῖον καὶ Λάμιον τὸν Σπαρτιάτην, διὰ τούτων ἅπαντα κατώρθωσε· τότε δʼ ὑπολαμβάνων ἑαυτὸν ἱκανὸν εἶναι στρατηγὸν οὐδενὶ τῆς ἡγεμονίας μετεδίδου καὶ διὰ τὴν ἀπειρίαν οὐδὲν ἠδύνατο πράττειν τῶν ἐν τῷ πολέμῳ χρησίμων.
48.3 τὰ μὲν οὖν πολίσματα φρουραῖς ἀξιολόγοις διαλαβὼν παρεφύλαττεν, αὐτὸς δὲ τῶν Αἰγυπτίων ἔχων τρισμυρίους, τῶν δʼ Ἑλλήνων πεντακισχιλίους, τῶν δὲ Λιβύων τοὺς ἡμίσεις ταῖς εὐκαιροτάταις τῶν εἰσβολῶν ἐφήδρευεν. τοιαύτης δὲ παρʼ ἀμφοτέροις οὔσης τῆς διατάξεως Νικόστρατος μὲν ὁ τῶν Ἀργείων στρατηγὸς ἔχων ἡγεμόνας Αἰγυπτίους, ὧν ἦσαν ὅμηροι παῖδες παρὰ τοῖς Πέρσαις καὶ γυναῖκες, παρέπλευσε μετὰ τοῦ στόλου διά τινος διώρυγος εἰς τόπον κεκρυμμένον, ἐκβιβάσας δὲ τοὺς στρατιώτας καὶ παρεμβολὴν ὀχυρωσάμενος κατεστρατοπέδευσεν.
48.4 οἱ δὲ τὸν πλησίον τόπον παραφυλάττοντες μισθοφόροι τῶν Αἰγυπτίων ὡς ᾔσθοντο τὴν τῶν πολεμίων παρουσίαν εὐθὺς ἐξεβοήθουν, ὄντες οὐκ ἐλάττους τῶν ἑπτακισχιλίων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme