Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

46.7 οἱ δʼ Αἰγύπτιοι, δεδωκότων αὐτοῖς τῶν Περσῶν πολὺν χρόνον εἰς τὴν παρασκευήν, πάντα μὲν τὰ στόματα τοῦ Νείλου καλῶς κατεσκευακότες ὑπῆρχον, μάλιστα δὲ τὸ πρὸς τῷ Πηλουσίῳ διὰ τὸ πρῶτον εἶναι τοῦτο καὶ μάλιστα κείμενον εὐκαίρως.
46.8 ἐφρούρουν δὲ τὸ χωρίον στρατιῶται πεντακισχίλιοι, στρατηγοῦντος Φιλόφρονος τοῦ Σπαρτιάτου. οἱ δὲ Θηβαῖοι σπεύδοντες ἄριστοι φανῆναι τῶν συστρατευομένων Ἑλλήνων πρῶτοι καὶ μόνοι διὰ στενῆς τινος καὶ βαθείας διώρυγος ἐτόλμησαν διαβῆναι παραβόλως.
46.9 διαβάντων δʼ αὐτῶν καὶ προσβαλλόντων τοῖς τείχεσιν οἱ φρουροῦντες τὸ Πηλούσιον ἐκχυθέντες ἐκ τῆς πόλεως συνῆψαν μάχην πρὸς τοὺς Θηβαίους· μεγάλου δʼ ἀγῶνος γενομένου διὰ τὰς παρʼ ἀμφοτέροις φιλοτιμίας τότε μὲν ἐν τῷ κινδύνῳ διημερεύσαντες ὑπὸ τῆς νυκτὸς διελύθησαν.
47.1 τῇ δʼ ὑστεραίᾳ τοῦ βασιλέως εἰς τρία μέρη τὴν Ἑλληνικὴν δύναμιν μερίσαντος ἑκάστη μερὶς εἶχε στρατηγὸν Ἕλληνα καὶ τούτῳ παρακαθεσταμένον ἡγεμόνα Πέρσην, ἄνδρα προκεκριμένον ἐπʼ ἀρετῇ τε καὶ εὐνοίᾳ.
47.2 τὴν μὲν οὖν πρώτην τάξιν ἐπεῖχον οἱ Βοιωτοὶ στρατηγὸν μὲν ἔχοντες Λακράτην τὸν Θηβαῖον, ἡγεμόνα δὲ Πέρσην Ῥωσάκην· οὗτος δὲ ἀπόγονος μὲν ἦν ἑνὸς τῶν ἑπτὰ Περσῶν τῶν τοὺς μάγους καταλυσάντων, σατράπης δὲ Ἰωνίας καὶ Λυδίας· συνείπετο δʼ αὐτῷ πολλὴ μὲν ἵππος, οὐκ ὀλίγη δὲ πεζικὴ στρατιὰ τῶν βαρβάρων.
47.3 δευτέρα δʼ ἦν μερὶς ἡ τῶν Ἀργείων Νικοστράτου στρατηγοῦντος καὶ μετʼ αὐτοῦ Πέρσου συνάρχοντος Ἀρισταζάνου· οὗτος δʼ ἦν εἰσαγγελεὺς τοῦ βασιλέως καὶ πιστότατος τῶν φίλων μετὰ Βαγώαν· προσωρίσθησαν δʼ αὐτῷ στρατιῶται μὲν ἐπίλεκτοι πεντακισχίλιοι, τριήρεις δὲ ὀγδοήκοντα.
47.4 τῆς δὲ τρίτης μερίδος ἐστρατήγει Μέντωρ ὁ τὴν Σιδῶνα παραδούς, ἔχων τοὺς προϋπάρχοντας αὐτῷ μισθοφόρους· συνεστρατεύετο δʼ αὐτῷ Βαγώας, ᾧ μάλιστα βασιλεὺς ἐνεπίστευε, τόλμῃ καὶ παρανομίᾳ διαφέρων· εἶχε δʼ οὗτος τοὺς τοῦ βασιλέως Ἕλληνας καὶ τῶν βαρβάρων ἱκανὸν πλῆθος καὶ ναῦς οὐκ ὀλίγας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme