Book 20
34.5
καὶ μέχρι μέν τινος οἱ Μεθωναῖοι διεκαρτέρουν, ἔπειτα κατισχυόμενοι συνηναγκάσθησαν παραδοῦναι τὴν πόλιν τῷ βασιλεῖ ὥστε ἀπελθεῖν τοὺς πολίτας ἐκ τῆς Μεθώνης ἔχοντας ἓν ἱμάτιον ἕκαστον. ὁ δὲ Φίλιππος τὴν μὲν πόλιν κατέσκαψε, τὴν δὲ χώραν διένειμε τοῖς Μακεδόσιν. ἐν δὲ τῇ πολιορκίᾳ ταύτῃ συνέβη τὸν Φίλιππον εἰς τὸν ὀφθαλμὸν πληγέντα τοξεύματι διαφθαρῆναι τὴν ὅρασιν.
35.1
μετὰ δὲ ταῦθʼ ὁ Φίλιππος ὑπὸ Θετταλῶν μετακληθεὶς ἧκεν εἰς Θετταλίαν μετὰ τῆς δυνάμεως, καὶ τὸ μὲν πρῶτον πρὸς Λυκόφρονα τὸν Φερῶν τύραννον διεπολέμει βοηθῶν τοῖς Θετταλοῖς· μετὰ δὲ ταῦτα τοῦ Λυκόφρονος μεταπεμψαμένου παρὰ τῶν Φωκέων συμμαχίαν ἀπεστάλη Φάυλλος ὁ ἀδελφὸς Ὀνομάρχου μετὰ στρατιωτῶν ἑπτακισχιλίων. ὁ δὲ Φίλιππος τοὺς Φωκεῖς νικήσας ἐξέβαλεν ἐκ τῆς Θετταλίας.
35.2
Ὀνόμαρχος δʼ ἀναλαβὼν πᾶσαν τὴν δύναμιν καὶ νομίζων ὅλης τῆς Θετταλίας κυριεύσειν ἧκεν ἐν τάχει βοηθήσων τοῖς περὶ τὸν Λυκόφρονα. τοῦ δὲ Φιλίππου μετὰ τῶν Θετταλῶν ἀντιπαραταξαμένου τοῖς Φωκεῦσιν Ὀνόμαρχος ὑπερέχων τοῖς πλήθεσι δυσὶ μάχαις ἐνίκησε καὶ πολλοὺς τῶν Μακεδόνων ἀνεῖλεν. Φίλιππος δʼ εἰς τοὺς ἐσχάτους κινδύνους περικλεισθεὶς καὶ τῶν στρατιωτῶν διὰ τὴν ἀθυμίαν καταλιπόντων αὐτὸν παραθαρσύνας τὸ πλῆθος μόγις ἐποίησεν αὐτοὺς εὐπειθεῖς.
35.3
μετὰ δὲ ταῦτα ὁ Φίλιππος μὲν ἀνεχώρησεν εἰς Μακεδονίαν, Ὀνόμαρχος δὲ στρατεύσας εἰς Βοιωτίαν ἐνίκησε μάχῃ τοὺς Βοιωτοὺς καὶ πόλιν εἷλε Κορώνειαν. κατὰ δὲ τὴν Θετταλίαν Φίλιππος μὲν ἐκ τῆς Μακεδονίας μετὰ τῆς δυνάμεως ἄρτι κατηντηκὼς ἐστράτευσεν ἐπὶ Λυκόφρονα τὸν Φερῶν τύραννον.
35.4
οὗτος δʼ οὐκ ὢν ἀξιόμαχος μετεπέμψατο συμμαχίαν παρὰ Φωκέων, ἐπαγγελλόμενος συγκατασκευάσειν αὐτοῖς τὰ κατὰ τὴν Θετταλίαν. διόπερ Ὀνομάρχου σπουδῇ βοηθήσαντος μετὰ πεζῶν δισμυρίων καὶ πεντακοσίων ἱππέων ὁ μὲν Φίλιππος πείσας τοὺς Θετταλοὺς κοινῇ τὸν πόλεμον ἄρασθαι συνήγαγε τοὺς πάντας πεζοὺς μὲν ὑπὲρ τοὺς δισμυρίους, ἱππεῖς δὲ τρισχιλίους.