Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

33.3 πάντα δὲ ῥᾳδίως ἐπετέλει διὰ τὴν τῶν ἀνθρώπων φιλαργυρίαν· καὶ γὰρ τοὺς Θετταλοὺς μέγιστον ἔχοντας τῶν συμμάχων ἀξίωμα δωροδοκήσας ἔπεισε τὴν ἡσυχίαν ἔχειν. καὶ τῶν μὲν Φωκέων τοὺς ἐναντιουμένους συλλαμβάνων ἀνῄρει καὶ τὰς οὐσίας ἐδήμευεν, εἰς δὲ τὴν πολεμίαν ἐμβαλὼν Θρόνιον μὲν ἐκπολιορκήσας ἐξηνδραποδίσατο, Ἀμφισσεῖς δὲ καταπληξάμενος ἠνάγκασεν ὑποτάττεσθαι.
33.4 τὰς δʼ ἐν Δωριεῦσι πόλεις πορθήσας τὴν χώραν αὐτῶν ἐδῄωσεν. εἰς δὲ τὴν Βοιωτίαν ἐμβαλὼν Ὀρχομενὸν μὲν εἷλεν, ἐπιχειρήσας δʼ ἐκπολιορκεῖν Χαιρώνειαν καὶ ἡττηθεὶς ὑπὸ Θηβαίων ἐπανῆλθεν εἰς τὴν οἰκείαν.
34.1 ἅμα δὲ τούτοις πραττομένοις Ἀρτάβαζος, ἀποστάτης ὢν τοῦ βασιλέως, διεπολέμει πρὸς τοὺς ἀποσταλέντας ὑπὸ τοῦ βασιλέως σατράπας εἰς τὸν πόλεμον. καὶ τὸ μὲν πρῶτον συμμαχοῦντος αὐτῷ Χάρητος τοῦ Ἀθηναίων στρατηγοῦ ἐρρωμένως ἀντετάττετο τοῖς σατράπαις, ἐκείνου δʼ ἀπελθόντος μονωθεὶς ἔπεισε τοὺς Θηβαίους συμμαχίαν αὐτῷ πέμψαι. οἱ δὲ Παμμένη στρατηγὸν ἑλόμενοι καὶ δόντες αὐτῷ στρατιώτας πεντακισχιλίους ἐξέπεμψαν εἰς τὴν Ἀσίαν.
34.2 ὁ δὲ Παμμένης βοηθήσας Ἀρταβάζῳ καὶ τοὺς σατράπας μεγάλαις μάχαις δυσὶ νικήσας περιεποιήσατο μεγάλην δόξαν ἑαυτῷ τε καὶ τοῖς Βοιωτοῖς. ἐφάνη γὰρ θαυμαστὸν εἰ Βοιωτοὶ τῶν μὲν Θετταλῶν ἐγκαταλελοιπότων, τοῦ δὲ Φωκικοῦ πολέμου μεγάλους ἐπιφέροντος κινδύνους διαποντίους δυνάμεις εἰς Ἀσίαν ἐξέπεμπον καὶ προετέρουν κατὰ τὸ πλεῖστον ἐν τοῖς κινδύνοις.
34.3 ἅμα δὲ τούτοις πραττομένοις συνέστη πόλεμος Ἀργείοις πρὸς Λακεδαιμονίους, καὶ γενομένης μάχης περὶ πόλιν Ὀρνεὰς ἐνίκων οἱ Λακεδαιμόνιοι καὶ τὰς Ὀρνεὰς ἐκπολιορκήσαντες ἐπανῆλθον εἰς τὴν Σπάρτην. Χάρης δὲ ὁ τῶν Ἀθηναίων στρατηγὸς εἰσπλεύσας εἰς Ἑλλήσποντον καὶ Σηστὸν πόλιν ἑλὼν τοὺς μὲν ἡβῶντας ἀπέσφαξεν, τοὺς δʼ ἄλλους ἐξηνδραποδίσατο.
34.4 Κερσοβλέπτου δὲ τοῦ Κότυος διά τε τὴν πρὸς Φίλιππον ἀλλοτριότητα καὶ τὴν πρὸς Ἀθηναίους φιλίαν ἐγχειρίσαντος τοῖς Ἀθηναίοις τὰς ἐν Χερρονήσῳ πόλεις πλὴν Καρδίας ἀπέστειλεν ὁ δῆμος κληρούχους εἰς τὰς πόλεις. Φίλιππος δʼ ὁρῶν τοὺς Μεθωναίους ὁρμητήριον παρεχομένους τὴν πόλιν τοῖς πολεμίοις ἑαυτοῦ πολιορκίαν συνεστήσατο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme