Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

26.2 τῷ δʼ Εὐμήλῳ χρησμὸς ἦν τὴν φερομένην οἰκίαν φυλάξασθαι. ὅθεν πάλιν οὗτος εἰς οἰκίαν οὐκ εἰσῄει προχείρως μὴ προδιερευνησάντων τῶν παίδων τὴν ὀροφὴν καὶ τὰ θεμέλια. τελευτήσαντος δὲ αὐτοῦ διὰ τὴν ὀχουμένην ἐπὶ τοῦ τεθρίππου σκηνὴν ἕκαστος ὑπελάμβανε τετελέσθαι τὸν χρησμόν. καὶ περὶ μὲν τῶν ἐν τῷ Βοσπόρῳ πραχθέντων ἅλις ἡμῖν ἐχέτω.
26.3 κατὰ δὲ τὴν Ἰταλίαν οἱ τῶν Ῥωμαίων ὕπατοι μετὰ δυνάμεως ἐμβαλόντες εἰς τὴν Ἰταλίαν ἐνίκησαν μάχῃ Σαμνίτας περὶ τὸ καλούμενον Τάλιον. τῶν δʼ ἡττηθέντων καταλαμβανομένων τὸν Ἱερὸν λόφον ὀνομαζόμενον τότε μὲν τῆς νυκτὸς ἐπιλαβούσης οἱ Ῥωμαῖοι πρὸς τὴν ἰδίαν στρατοπεδείαν ἀπεχώρησαν, τῇ δʼ ὑστεραίᾳ πάλιν μάχης γενομένης πολλοὶ μὲν ἀνῃρέθησαν τῶν Σαμνιτῶν, αἰχμάλωτοι δʼ ἐλήφθησαν ὑπὲρ τοὺς δισχιλίους καὶ διακοσίους.
26.4 τοιούτων δὲ προτερημάτων γενομένων τοῖς Ῥωμαίοις ἀδεῶς ἤδη τῶν ὑπαίθρων συνέβαινε κυριεύειν τοὺς ὑπάτους καὶ τὰς ἀπειθούσας τῶν πόλεων χειροῦσθαι. Καταράκταν μὲν οὖν καὶ Κεραυνιλίαν ἐκπολιορκήσαντες φρουροὺς ἐπέθηκαν, τῶν δʼ ἄλλων τινὰς πείσαντες προσηγάγοντο.
27.1 ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Δημητρίου τοῦ Φαληρέως τὴν ὕπατον ἀρχὴν ἐν Ῥώμῃ παρέλαβον Κόιντος Φάβιος τὸ δεύτερον καὶ Γάιος Μάρκιος. ἐπὶ δὲ τούτων Πτολεμαῖος ὁ τῆς Αἰγύπτου βασιλεύων πυθόμενος τοὺς ἰδίους στρατηγοὺς ἀποβεβληκέναι τὰς ἐν Κιλικίᾳ πόλεις, πλεύσας μετὰ δυνάμεως ἐπὶ Φασήλιδα ταύτην μὲν ἐξεπολιόρκησεν, εἰς δὲ τὴν Λυκίαν παρακομισθεὶς Ξάνθον φρουρουμένην ὑπʼ Ἀντιγόνου κατὰ κράτος εἷλεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme