Book 20
31.4
τῆς δὲ φυγῆς γινομένης διὰ τόπου κρημνώδους καὶ δυσεξίτου πολλοὶ τῶν τε Φωκέων καὶ μισθοφόρων κατεκόπησαν· ὁ δὲ Φιλόμηλος ἐκθύμως ἀγωνισάμενος καὶ πολλοῖς τραύμασι περιπεσὼν εἴς τινα κρημνώδη τόπον συνεκλείσθη· οὐκ ἔχων δὲ διέξοδον καὶ φοβούμενος τὴν ἐκ τῆς αἰχμαλωσίας αἰκίαν ἑαυτὸν κατεκρήμνισε καὶ τοῦτον τὸν τρόπον δοὺς τῷ δαιμονίῳ δίκας κατέστρεψε τὸν βίον.
31.5
ὁ δὲ συνάρχων αὐτῷ στρατηγὸς Ὀνόμαρχος διαδεξάμενος τὴν ἡγεμονίαν καὶ μετὰ τῆς ἀνασωζομένης δυνάμεως ἀναχωρήσας ἀνελάμβανε τοὺς ἐκ τῆς φυγῆς ἐπανιόντας.
31.6
ἅμα δὲ τούτοις πραττομένοις Φίλιππος ὁ τῶν Μακεδόνων βασιλεὺς Μεθώνην μὲν ἐκπολιορκήσας καὶ διαρπάσας κατέσκαψε, Παγασὰς δὲ χειρωσάμενος ἠνάγκασεν ὑποταγῆναι. κατὰ δὲ τὸν Πόντον Λεύκων ὁ τοῦ Βοσπόρου βασιλεὺς ἐτελεύτησεν ἄρξας ἔτη τεσσαράκοντα, τὴν δὲ ἀρχὴν διαδεξάμενος Σπάρτακος ὁ υἱὸς ἐβασίλευσεν ἔτη πέντε.
31.7
Ῥωμαίοις δὲ πρὸς Φαλίσκους συνέστη πόλεμος καὶ μέγα μὲν οὐδὲν οὐδʼ ἄξιον μνήμης ἐπετελέσθη, καταδρομαὶ δὲ καὶ πορθήσεις τῆς χώρας τῶν Φαλίσκων ἐγίνοντο. κατὰ δὲ τὴν Σικελίαν Δίωνος τοῦ στρατηγοῦ σφαγέντος ὑπὸ Ζακυνθίων τινῶν μισθοφόρων τὴν ἡγεμονίαν διεδέξατο Κάλλιππος ὁ τούτους πρὸς τὸν φόνον παρασκευάσας καὶ ἦρξε μῆνας τρεισκαίδεκα.
32.1
ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Θουδήμου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Πόπλιον καὶ Μάρκον Φάβιον. ἐπὶ δὲ τούτων Βοιωτοὶ νενικηκότες τοὺς Φωκεῖς καὶ νομίσαντες τὸν αἰτιώτατον τῆς ἱεροσυλίας Φιλόμηλον ὑπὸ θεῶν καὶ ἀνθρώπων κεκολασμένον ἀποτρέψειν τοὺς ἄλλους ἀπὸ τῆς ὁμοίας κακίας ἀνέζευξαν εἰς τὴν οἰκείαν.
32.2
οἱ δὲ Φωκεῖς ἀπολυθέντες τοῦ πολέμου κατὰ τὸ παρὸν ἐπανῆλθον εἰς Δελφοὺς καὶ συνελθόντες μετὰ τῶν συμμάχων εἰς κοινὴν ἐκκλησίαν ἐβουλεύοντο περὶ τοῦ πολέμου. οἱ μὲν οὖν ἐπιεικέστατοι πρὸς τὴν εἰρήνην ἔρρεπον, οἱ δʼ ἀσεβεῖς καὶ τόλμῃ καὶ πλεονεξίᾳ διαφέροντες ἐφρόνουν τὰ ἐναντία καὶ περιεβλέποντο ζητοῦντες τὸν συνηγορήσοντα ταῖς σφετέραις παρανομίαις.