Book 20
30.3
ὁ μὲν οὖν Φιλόμηλος διὰ τὸ μέγεθος τῆς εὐπορίας ταχὺ δύναμιν ἀξιόχρεων κατεσκευάσατο. εὐθὺς οὖν ἐστράτευσεν εἰς τὴν τῶν Λοκρῶν χώραν ἔχων στρατιώτας ἱππεῖς τε καὶ πεζοὺς πλείους τῶν μυρίων. ἀντιταχθέντων δὲ τῶν Λοκρῶν καὶ τῶν Βοιωτῶν βοηθησάντων τοῖς Λοκροῖς ἱππομαχία συνέστη, καθʼ ἣν προετέρησαν οἱ Φωκεῖς.
30.4
μετὰ δὲ ταῦτα οἱ μὲν Θετταλοὶ μετὰ τῶν πλησιοχώρων συμμάχων ἀθροισθέντες εἰς ἑξακισχιλίους ἧκον εἰς τὴν Λοκρίδα καὶ συνάψαντες μάχην τοῖς Φωκεῦσι περὶ λόφον Ἀργόλαν ὀνομαζόμενον ἡττήθησαν. ἐπιφανέντων δὲ Βοιωτῶν μυρίοις καὶ τρισχιλίοις στρατιώταις καὶ τῶν ἐκ Πελοποννήσου Ἀχαιῶν χιλίοις καὶ πεντακοσίοις βοηθησάντων τοῖς Φωκεῦσιν ἀντεστρατοπέδευσαν αἱ δυνάμεις, ἀμφοτέρων ἀθροισθέντων εἰς ἕνα τόπον.
31.1
μετὰ δὲ ταῦτα οἱ μὲν Βοιωτοὶ κατὰ τὰς προνομὰς ζωγρήσαντες οὐκ ὀλίγους τῶν μισθοφόρων, προαγαγόντες πρὸ τῆς πόλεως ἐκήρυξαν ὅτι τούσδε τοὺς ἄνδρας οἱ Ἀμφικτύονες στρατευσαμένους μετὰ τῶν ἱεροσύλων θανάτῳ κολάζουσιν· εὐθὺς δὲ καὶ τῶν ἔργων τοῖς λόγοις ἀκολουθούντων ἅπαντας κατηκόντισαν.
31.2
ἐπὶ δὲ τούτοις οἱ παρὰ τοῖς Φωκεῦσι μισθοφόροι παροξυνθέντες ἠξίουν τὸν Φιλόμηλον τῆς ὁμοίας τιμωρίας ἀξιῶσαι τοὺς πολεμίους, μεγάλην δὲ φιλονεικίαν εἰσενεγκάμενοι καὶ πολλοὺς τῶν κατὰ τὴν χώραν πλανωμένων παρὰ τοῖς πολεμίοις ζωγρήσαντες ἀνήγαγον, οὓς ἅπαντας ὁ Φιλόμηλος κατηκόντισε. διὰ δὲ ταύτης τῆς κολάσεως τοὺς ἐναντίους ἐποίησαν μεθέσθαι τῆς ὑπερηφάνου καὶ δεινῆς τιμωρίας.
31.3
μετὰ δὲ ταῦτα τῶν δυνάμεων εἰς ἄλλην χώραν ἐμβαλουσῶν καὶ τὴν ὁδοιπορίαν ποιουμένων διὰ τόπων καταδένδρων καὶ τραχέων ἄφνω συνέμιξαν ἀλλήλοις οἱ προηγούμενοι τῆς στρατιᾶς. γενομένης δὲ συμπλοκῆς, εἶτα μάχης ἰσχυρᾶς οἱ Βοιωτοὶ τῷ πλήθει πολὺ προέχοντες ἐνίκησαν τοὺς Φωκεῖς.