Book 20
19.2
διὰ δὲ τούτων οἱ κράτιστοι τῶν μισθοφόρων ἀνέβησαν ἐπὶ τὸ τεῖχος καὶ τοὺς φύλακας φονεύσαντες ἀνέῳξαν τὰς πύλας. εἰσπεσόντων δὲ τῶν στρατιωτῶν εἰς τὴν πόλιν οἱ μὲν στρατηγοὶ τῶν Συρακοσίων ἐκ τῆς μέθης ἀνανήφοντες ἐπειρῶντο βοηθεῖν, ἐμποδιζόμενοι δὲ τὰς ὁρμὰς διὰ τὸν οἶνον οἱ μὲν ἀνῃρέθησαν, οἱ δʼ ἔφυγον. κατειλημμένης δὲ τῆς πόλεως καὶ τῶν ἐκ τῆς ἀκροπόλεως στρατιωτῶν σχεδὸν ἁπάντων εἰσπεσόντων ἐντὸς τοῦ περιτειχίσματος, τῶν δὲ Συρακοσίων διὰ τὸ παράδοξον καὶ τὴν ἀταξίαν ἐκπεπληγμένων πολὺς ἐγίνετο φόνος.
19.3
τῶν δὲ τοῦ τυράννου στρατιωτῶν πλειόνων ἢ μυρίων ὄντων καὶ συντεταγμένων καλῶς οὐδεὶς τὸ βάρος αὐτῶν ὑπομεῖναι δυνατὸς ἦν, ἅτε τοῦ θορύβου καὶ τῆς ταραχῆς, ἔτι δὲ ἀναρχίας τοὺς ἐλαττουμένους ἐμποδιζούσης.
19.4
κρατηθείσης δὲ τῆς ἀγορᾶς ὑπὸ τῶν πολεμίων, εὐθὺς ἐπὶ τὰς οἰκίας οἱ νενικηκότες ὥρμησαν· καὶ πολλὰ μὲν χρήματα διεφορεῖτο, οὐκ ὀλίγα δὲ σώματα γυναικῶν καὶ παίδων, ἔτι δʼ οἰκετῶν ἐξηνδραποδίζετο. κατὰ δὲ τοὺς στενωποὺς καὶ τὰς ἄλλας ὁδοὺς ἀντιταττομένων Συρακοσίων ἐγίνοντο συνεχεῖς συμπλοκαὶ καὶ πολλοὶ μὲν ἀπέθνησκον, οὐκ ὀλίγοι δὲ τραύμασι περιέπιπτον. τὴν μὲν οὖν νύκτα διετέλεσαν ἀλλήλους ἀναιροῦντες ὡς ἔτυχε διὰ τὸ σκότος καὶ πᾶς τόπος νεκρῶν ἔγεμεν.
20.1
ἅμα δʼ ἡμέρᾳ τὸ μὲν τῆς συμφορᾶς μέγεθος συνεωράθη, οἱ δὲ Συρακόσιοι, μίαν ἔχοντες σωτηρίαν τὴν ἀπὸ τοῦ Δίωνος βοήθειαν, ἐξαπέστειλαν ἱππεῖς εἰς Λεοντίνους, δεόμενοι τοῦ Δίωνος μὴ περιιδεῖν τὴν πατρίδα δοριάλωτον γινομένην καὶ τῶν μὲν ἡμαρτημένων δοῦναι συγγνώμην αὐτοῖς, τὰς δὲ παρούσας δυστυχίας ἐλεήσαντα διορθώσασθαι τὴν τῆς πατρίδος συμφοράν.
20.2
ὁ δὲ Δίων λαμπρὸς ὢν τὴν ψυχὴν καὶ διὰ τὴν ἐκ φιλοσοφίας παιδείαν ἐξημερωμένος τοὺς λογισμοὺς οὐκ ἐμνησικάκησε τοῖς πολίταις, ἀλλὰ τοὺς μισθοφόρους πείσας παραχρῆμα ἀνέζευξε καὶ διανύσας ὀξέως τὴν εἰς Συρακούσσας ὁδὸν ἧκε πρὸς τὰ Ἑξάπυλα.