Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

17.3 οἱ δὲ Συρακόσιοι πρὸς ἀλλήλους ἐστασίασαν, τῶν μὲν οἰομένων δεῖν τὴν στρατηγίαν καὶ τὴν τῶν ὅλων ἐξουσίαν ἐγχειρίζειν Ἡρακλείδῃ διὰ τὸ τοῦτον δοκεῖν μηδέποτʼ ἂν ἐπιθέσθαι τυραννίδι, τῶν δὲ ἀποφαινομένων τὸν Δίωνα δεῖν ἔχειν τὴν τῶν ἁπάντων ἡγεμονίαν. πρὸς δὲ τούτοις πολλῶν ὀφειλομένων μισθῶν τοῖς ἐκ Πελοποννήσου ξένοις τοῖς ἠλευθερωκόσι τὰς Συρακούσσας καὶ χρημάτων σπανιζούσης τῆς πόλεως οἱ μὲν μισθοφόροι τῶν χρημάτων ἀποστερούμενοι συνεστράφησαν, ὄντες πλείους τῶν τρισχιλίων, πάντες δʼ ἐπίλεκτοι ταῖς ἀρεταῖς καὶ διὰ τὴν ἄθλησιν τῶν πολεμικῶν ἔργων διαπεπονημένοι πολὺ τοὺς Συρακοσίους ταῖς ἀρεταῖς ὑπερεβάλλοντο.
17.4 ὁ δὲ Δίων ἀξιούμενος ὑπὸ τῶν μισθοφόρων συναποστῆναι καὶ παρὰ τῶν Συρακοσίων ὡς κοινῶν ἐχθρῶν λαβεῖν τιμωρίαν τὸ μὲν πρῶτον ἀντεῖπεν, μετὰ δὲ ταῦτα συναναγκαζόμενος ὑπὸ τῆς περιστάσεως προσεδέξατο τὴν ἡγεμονίαν τῶν ξένων καὶ μετʼ ἐκείνων ταχθεὶς ἀνέζευξεν ἐπὶ τοὺς Λεοντίνους.
17.5 οἱ δὲ Συρακόσιοι συστραφέντες ἐδίωκον τοὺς μισθοφόρους καὶ κατὰ τὴν ὁδοιπορίαν συνάψαντες μάχην καὶ πολλοὺς ἀποβαλόντες ἀπεχώρησαν. ὁ δὲ Δίων λαμπρᾷ μάχῃ νικήσας οὐδὲν ἐμνησικάκησε τοῖς Συρακοσίοις· ἀποστειλάντων γὰρ πρὸς αὐτὸν κήρυκα περὶ τῆς τῶν νεκρῶν ἀναιρέσεως τήν τε τῶν νεκρῶν ἀναίρεσιν ἔδωκε καὶ τοὺς ἁλόντας πολλοὺς ὄντας ἀπέλυσεν ἄνευ λύτρων. πολλοὶ γὰρ ἐν τῇ φυγῇ μέλλοντες φονεύεσθαι διηγόρευον ἑαυτοὺς εἶναι τῶν τὰ Δίωνος φρονούντων καὶ πάντες διὰ ταύτην τὴν αἰτίαν ἐξέφυγον τὸν θάνατον.
18.1 μετὰ δὲ ταῦτα Διονύσιος μὲν στρατηγὸν ἀπέστειλεν εἰς τὰς Συρακούσσας Νύψιον τὸν Νεαπολίτην, ἀνδρείᾳ καὶ συνέσει στρατηγικῇ διαφέροντα· συνεξέπεμψε δʼ αὐτῷ καὶ φορτηγὰ πλοῖα σίτου καὶ τῆς ἄλλης ἀγορᾶς γέμοντα. οὗτος μὲν οὖν ἐκ Λοκρῶν ἀναχθεὶς ἐτέλει τὸν εἰς Συρακούσσας πλοῦν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme