Book 20
16.3
μετὰ δὲ ταῦτα Φίλιστος ἀποδειχθεὶς στρατηγὸς καὶ καταρτίσας τριήρεις ἑξήκοντα πρὸς Συρακοσίους ἐναυμάχησεν ἔχοντας ναῦς παραπλησίους τὸν ἀριθμόν. γενομένου δʼ ἀγῶνος καρτεροῦ καὶ τοῦ Φιλίστου τὸ μὲν πρῶτον διὰ τῆς ἰδίας ἀνδραγαθίας προτεροῦντος, ὕστερον δʼ ἀποληφθέντος ὑπὸ τῶν πολεμίων οἱ μὲν Συρακόσιοι πανταχόθεν κυκλώσαντες τὰς ναῦς ἐφιλοτιμοῦντο ζωγρίᾳ λαβεῖν τὸν στρατηγόν, ὁ δὲ Φίλιστος εὐλαβηθεὶς τὴν ἐκ τῆς αἰχμαλωσίας αἰκίαν ἑαυτὸν ἀπέσφαξε, πλείστας μὲν καὶ μεγίστας χρείας παρεσχημένος τοῖς τυράννοις, πιστότατος δὲ τῶν φίλων τοῖς δυνάσταις γεγονώς.
16.4
οἱ δὲ Συρακόσιοι νικήσαντες τῇ ναυμαχίᾳ τὸ μὲν σῶμα τοῦ Φιλίστου διαμερίσαντες καὶ διʼ ὅλης τῆς πόλεως ἑλκύσαντες ἄταφον ἐξέρριψαν, Διονύσιος δὲ τὸν μὲν πρακτικώτατον τῶν φίλων ἀποβαλὼν καὶ στρατηγὸν μὲν ἕτερον ἀξιόχρεων οὐκ ἔχων, αὐτὸς δʼ οὐ δυνάμενος φέρειν τὸ τοῦ πολέμου βάρος ἐξέπεμψε πρεσβευτὰς πρὸς τὸν Δίωνα, τὸ μὲν πρῶτον τὴν ἡμίσειαν τῆς ἀρχῆς παραδιδούς, ὕστερον δὲ βουλόμενος ὅλην ἐγχειρίζειν.
17.1
τοῦ δὲ Δίωνος ἀποκριθέντος ὅτι τοῖς Συρακοσίοις δίκαιόν ἐστι παραδιδόναι τὴν ἀκρόπολιν ἐπί τισιν ἐξαιρέτοις χρήμασι καὶ τιμαῖς, ὁ μὲν Διονύσιος ἕτοιμος ἦν παραδιδόναι τὴν ἄκραν τῷ δήμῳ ὥστε τοὺς μισθοφόρους καὶ τὰ χρήματα λαβόντα εἰς τὴν Ἰταλίαν μεταστῆναι, ὁ δὲ Δίων συνεβούλευε τοῖς Συρακοσίοις δέχεσθαι τὰ διδόμενα. ὁ δὲ δῆμος ὑπὸ τῶν ἀκαίρων δημηγόρων πεισθεὶς ἀντεῖπε, νομίζων κατὰ κράτος ἐκπολιορκήσειν τὸν τύραννον.
17.2
μετὰ δὲ ταῦτα ὁ μὲν Διονύσιος τοὺς ἀρίστους τῶν μισθοφόρων ἀπέλιπεν φυλάξοντας τὴν ἄκραν, αὐτὸς δʼ ἐνθέμενος τὰ χρήματα καὶ πᾶσαν τὴν βασιλικὴν κατασκευὴν ἔλαθεν ἐκπλεύσας καὶ κατῆρεν εἰς τὴν Ἰταλίαν.