Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

8.4 τῶν δʼ Ὀλυνθίων βαρεῖαν πόλιν οἰκούντων καὶ διὰ τὸ πλῆθος τῶν ἐν ταύτῃ ἐνοικούντων πολλὴν ἐχόντων ῥοπὴν εἰς τὸν πόλεμον περιμάχητος ἦν ἡ πόλις τοῖς ἡγεμονίας μείζονος ὀρεγομένοις. διόπερ οἵ τε Ἀθηναῖοι καὶ ὁ Φίλιππος διεφιλοτιμοῦντο πρὸς ἀλλήλους περὶ τῆς τῶν Ὀλυνθίων συμμαχίας.
8.5 οὐ μὴν ἀλλʼ ὁ Φίλιππος Ποτίδαιαν ἐκπολιορκήσας τὴν μὲν τῶν Ἀθηναίων φρουρὰν ἐξήγαγεν ἐκ τῆς πόλεως καὶ φιλανθρώπως αὐτῇ προσενεγκάμενος ἐξαπέστειλεν εἰς τὰς Ἀθήνας· σφόδρα γὰρ εὐλαβεῖτο τὸν δῆμον τῶν Ἀθηναίων διὰ τὸ βάρος καὶ τὸ ἀξίωμα τῆς πόλεως. τὴν δὲ πόλιν ἐξανδραποδισάμενος παρέδωκε τοῖς Ὀλυνθίοις, δωρησάμενος ἅμα καὶ τὰς κατὰ τὴν χώραν κτήσεις.
8.6 μετὰ δὲ ταῦτα παρελθὼν ἐπὶ πόλιν Κρηνίδας ταύτην μὲν ἐπαυξήσας οἰκητόρων πλήθει μετωνόμασε Φιλίππους, ἀφʼ ἑαυτοῦ προσαγορεύσας, τὰ δὲ κατὰ τὴν χώραν χρύσεια μέταλλα παντελῶς ὄντα λιτὰ καὶ ἄδοξα ταῖς κατασκευαῖς ἐπὶ τοσοῦτον ηὔξησεν ὥστε δύνασθαι φέρειν αὐτῷ πρόσοδον πλεῖον ἢ ταλάντων χιλίων.
8.7 ἐκ δὲ τούτων ταχὺ σωρεύσας πλοῦτον αἰεὶ μᾶλλον διὰ τὴν εὐπορίαν τῶν χρημάτων εἰς ὑπεροχὴν μεγάλην ἤγαγε τὴν Μακεδονικὴν βασιλείαν· νόμισμα γὰρ χρυσοῦν κόψας τὸ προσαγορευθὲν ἀπʼ ἐκείνου Φιλίππειον μισθοφόρων τε δύναμιν ἀξιόλογον συνεστήσατο καὶ τῶν Ἑλλήνων πολλοὺς διὰ τούτου προετρέψατο προδότας γενέσθαι τῶν πατρίδων. ἀλλὰ περὶ μὲν τούτων αἱ κατὰ μέρος πράξεις ἕκαστα δηλώσουσιν, ἡμεῖς δʼ ἐπὶ τὰς συνεχεῖς πράξεις μεταβιβάσομεν τὸν λόγον.
9.1 ἐπʼ ἄρχοντος γὰρ Ἀθήνησιν Ἀγαθοκλέους Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Φάβιον καὶ Γάιον Πόπλιον. ἐπὶ δὲ τούτων Δίων ὁ Ἱππαρίνου κατέπλευσεν εἰς τὴν Σικελίαν καταλύσων τὴν Διονυσίου τυραννίδα, ἐλαχίσταις δὲ τῶν πρὸ αὐτοῦ πάντων χρησάμενος ἀφορμαῖς μεγίστην δυναστείαν τῶν κατὰ τὴν Εὐρώπην κατέλυσεν ἀνελπίστως.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme