Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

6.5 καταπλεύσας δʼ εἰς τὴν Κόρινθον τοὺς μὲν Κορινθίους ἠξίου συνεπιλαβέσθαι τῆς ἐλευθερώσεως τῶν Συρακοσίων, αὐτὸς δὲ μισθοφόρους συνῆγε καὶ πανοπλίας συνήθροιζε. ταχὺ δὲ πολλῶν ὑπακουόντων πανοπλίας τε παρεσκευάζετο καὶ μισθοφόρους συχνούς, καὶ φορτηγοὺς δύο ναῦς μισθωσάμενος τά τε ὅπλα καὶ τοὺς μισθοφόρους ἐνθέμενος αὐτὸς μὲν ταύτας τὰς φορτίδας ἔχων ἐξέπλευσεν ἐκ Ζακύνθου τῆς πρὸς Κεφαλληνίαν εἰς τὴν Σικελίαν, Ἡρακλείδην δὲ ἀπέλιπεν τριήρεις τινὰς καὶ ἑτέρας φορτηγοὺς ἄξοντα κατόπιν εἰς τὰς Συρακούσσας.
7.1 ἅμα δὲ τούτοις πραττομένοις Ἀνδρόμαχος ὁ Ταυρομενίτης, Τιμαίου μὲν τοῦ τὰς ἱστορίας συγγράψαντος πατὴρ ὤν, πλούτῳ δὲ καὶ ψυχῆς λαμπρότητι διαφέρων ἤθροισε τοὺς ἐκ τῆς Νάξου τῆς κατασκαφείσης ὑπὸ Διονυσίου περιλειφθέντας. οἰκίσας δὲ τὸν ὑπὲρ τῆς Νάξου λόφον τὸν ὀνομαζόμενον Ταῦρον καὶ μείνας κατʼ αὐτὸν πλείω χρόνον ἀπὸ τῆς ἐπὶ τοῦ Ταύρου μονῆς ὠνόμασε Ταυρομένιον. ταχὺ δὲ τῆς πόλεως ἐπίδοσιν λαμβανούσης οἱ μὲν οἰκήτορες μεγάλους περιεποιήσαντο πλούτους, ἡ δὲ πόλις ἀξιόλογον ἀξίωμα περιποιησαμένη τὸ τελευταῖον ἐν τῷ καθʼ ἡμᾶς βίῳ Καίσαρος ἀναστήσαντος τοὺς Ταυρομενίτας ἐκ τῆς πατρίδος τῶν Ῥωμαίων ἀποικίαν ἐδέξατο.
7.2 ἅμα δὲ τούτοις πραττομένοις οἱ τὴν Εὔβοιαν κατοικοῦντες ἐστασίασαν πρὸς ἀλλήλους καὶ τῶν μὲν τοὺς Βοιωτούς, τῶν δὲ τοὺς Ἀθηναίους ἐπικαλεσαμένων συνέστη πόλεμος κατὰ τὴν Εὔβοιαν. γενομένων δὲ πλειόνων συμπλοκῶν καὶ ἀκροβολισμῶν ὁτὲ μὲν οἱ Θηβαῖοι προετέρουν, ὁτὲ δʼ οἱ Ἀθηναῖοι τὴν νίκην ἀπεφέροντο. μεγάλη μὲν οὖν παράταξις οὐδεμία συνετελέσθη· τῆς δὲ νήσου διὰ τὸν ἐμφύλιον πόλεμον καταφθαρείσης καὶ πολλῶν ἀνθρώπων παρʼ ἀμφοτέρων διαφθαρέντων μόγις ταῖς συμφοραῖς νουθετηθέντες εἰς ὁμόνοιαν ἦλθον καὶ τὴν εἰρήνην συνέθεντο πρὸς ἀλλήλους. οἱ μὲν οὖν Βοιωτοὶ τὴν εἰς οἶκον ἐπάνοδον ποιησάμενοι τὴν ἡσυχίαν ἦγον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme