Book 20
5.4
μετὰ δὲ ταῦτα δοὺς ἑαυτὸν εἰς βίον εἰρηνικὸν ἐξέλυσε μὲν τῶν στρατιωτῶν τὰς ἐν τοῖς πολεμικοῖς γυμνασίας, μεγίστην δὲ τῶν κατὰ τὴν Εὐρώπην δυναστειῶν παραλαβὼν τὴν ἀρχὴν καὶ τὴν ὑπὸ τοῦ πατρὸς λεγομένην ἀδάμαντι δεδέσθαι τυραννίδα διὰ τὴν ἰδίαν ἀνανδρίαν παραδόξως ἀπέβαλεν. τὰς δὲ αἰτίας τῆς καταλύσεως καὶ τὰς κατὰ μέρος πράξεις ἀναγράφειν πειρασόμεθα.
6.1
ἐπʼ ἄρχοντος γὰρ Ἀθήνησι Κηφισοδότου Ῥωμαῖοι κατέστησαν ὑπάτους Γάιον Λικίνιον καὶ Γάιον Σουλπίκιον. ἐπὶ δὲ τούτων Δίων ὁ Ἱππαρίνου, Συρακοσίων ὑπάρχων ἐπιφανέστατος, ἔφυγεν ἐκ τῆς Σικελίας καὶ διὰ τὴν λαμπρότητα τῆς ψυχῆς ἠλευθέρωσε Συρακοσίους καὶ τοὺς ἄλλους Σικελιώτας διὰ τοιαύτας τινὰς αἰτίας.
6.2
ὁ πρεσβύτερος Διονύσιος ἐκ δυεῖν γυναικῶν ἦν πεπαιδοποιημένος, ἐκ μὲν τῆς πρώτης Λοκρίδος οὔσης τὸ γένος Διονύσιον τὸν διαδεξάμενον τὴν τυραννίδα, ἐκ δὲ τῆς δευτέρας Ἱππαρίνου θυγατρὸς οὔσης, εὐδοκιμωτάτου Συρακοσίων, δύο παῖδας, Ἱππαρῖνον καὶ Νυσαῖον.
6.3
ἐτύγχανε δὲ τῆς δευτέρας γυναικὸς ἀδελφὸς ὢν Δίων, ἀνὴρ ἐν φιλοσοφίᾳ μεγάλην ἔχων προκοπὴν καὶ κατʼ ἀνδρείαν καὶ στρατηγίαν πολὺ προέχων τῶν κατʼ αὐτὸν Συρακοσίων.
6.4
οὗτος δὲ διὰ τὴν εὐγένειαν καὶ τὴν λαμπρότητα τῆς ψυχῆς εἰς ὑποψίαν ἦλθε τῷ τυράννῳ, δόξας ἀξιόχρεως εἶναι καταλῦσαι τὴν τυραννίδα. φοβούμενος οὖν αὐτὸν ὁ Διονύσιος ἔκρινεν ἐκποδὼν ποιήσασθαι τὸν ἄνδρα, συλλαβὼν ἐπὶ θανάτῳ. ὁ δὲ Δίων αἰσθόμενος τὸ μὲν πρῶτον ἐκρύφθη παρά τισιν τῶν φίλων, μετὰ δὲ ταῦτα ἔφυγεν ἐκ τῆς Σικελίας εἰς Πελοπόννησον, ἔχων μεθʼ ἑαυτοῦ τὸν ἀδελφὸν Μεγακλῆν καὶ Ἡρακλείδην τὸν ἐπὶ τῶν στρατιωτῶν τεταγμένον ὑπὸ τοῦ τυράννου.