Book 20
4.6
οἱ δʼ Ἰλλυριοὶ συντάξαντες ἑαυτοὺς εἰς πλινθίον ἐρρωμένως συνεστήσαντο τὸν κίνδυνον. καὶ τὸ μὲν πρῶτον ἐπὶ πολὺν χρόνον ἦν ἰσόρροπος ἡ μάχη διὰ τὴν ὑπερβολὴν τῆς παρʼ ἀμφοτέροις ἀνδραγαθίας καὶ πολλῶν μὲν ἀναιρουμένων, ἔτι δὲ πλειόνων τιτρωσκομένων ὁ κίνδυνος δεῦρο κἀκεῖσε τὰς ῥοπὰς ἐλάμβανεν, ταλαντευόμενος αἰεὶ ταῖς τῶν ἀγωνιζομένων ἀρεταῖς· μετὰ δὲ ταῦτα τῶν ἱππέων ἐκ πλαγίου καὶ κατὰ νώτου βιαζομένων, τοῦ δὲ Φιλίππου μετὰ τῶν ἀρίστων ἡρωικῶς ἀγωνισαμένου συνηναγκάσθη τὸ πλῆθος τῶν Ἰλλυριῶν πρὸς φυγὴν ὁρμῆσαι.
4.7
γενομένης δὲ τῆς διώξεως ἐπὶ πολὺν τόπον καὶ πολλῶν κατὰ τὴν φυγὴν ἀναιρεθέντων ὁ μὲν Φίλιππος ἀνακαλεσάμενος τῇ σάλπιγγι τοὺς Μακεδόνας καὶ στήσας τρόπαιον ἔθαψεν τῶν ἰδίων τοὺς τετελευτηκότας, οἱ δʼ Ἰλλυριοὶ διαπρεσβευσάμενοι καὶ τῶν Μακεδονικῶν πόλεων πασῶν ἐκχωρήσαντες ἔτυχον τῆς εἰρήνης. ἀνῃρέθησαν δὲ τῶν Ἰλλυριῶν ἐν ταύτῃ τῇ μάχῃ πλείους τῶν ἑπτακισχιλίων.
5.1
ἡμεῖς δʼ ἐπεὶ τὰ κατὰ τὴν Μακεδονικὴν καὶ τὴν Ἰλλυρίδα διήλθομεν, μεταβησόμεθα πρὸς τὰς ἑτερογενεῖς πράξεις. κατὰ γὰρ τὴν Σικελίαν Διονύσιος ὁ τῶν Συρακοσίων τύραννος ὁ νεώτερος παρειληφὼς μὲν τὴν δυναστείαν ἐν τοῖς ἀνωτέρω καιροῖς, ἄπρακτος δʼ ὢν καὶ πολὺ τοῦ πατρὸς καταδεέστερος προσεποιεῖτο διὰ τὴν ἀπραγίαν εἰρηνικὸς εἶναι καὶ πρᾷος τὸν τρόπον.
5.2
διόπερ πρὸς Καρχηδονίους διαδεδεγμένος τὸν πόλεμον πρός τε τούτους εἰρήνην συνέθετο καὶ πρὸς Λευκανοὺς ὁμοίως διαπολεμήσας ἀργῶς ἐπί τινα χρόνον καὶ ταῖς τελευταίαις μάχαις ἐπὶ τοῦ προτερήματος γενόμενος ἀσμένως πρὸς αὐτοὺς κατελύσατο τὸν πόλεμον.
5.3
κατὰ δὲ τὴν Ἀπουλίαν δύο πόλεις ἔκτισε βουλόμενος ἀσφαλῆ τοῖς πλέουσι τὸν Ἰόνιον πόρον ποιῆσαι· οἱ γὰρ τὴν παραθαλάττιον οἰκοῦντες βάρβαροι λῃστρίσι πολλαῖς πλέοντες ἄπλουν τοῖς ἐμπόροις παρεσκεύαζον πᾶσαν τὴν περὶ τὸν Ἀδρίαν θάλατταν.