Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

2.3 τοῦ δʼ Ἐπαμεινώνδου Πυθαγόριον ἔχοντος φιλόσοφον ἐπιστάτην συντρεφόμενος ὁ Φίλιππος μετέσχεν ἐπὶ πλεῖον τῶν Πυθαγορίων λόγων. ἀμφοτέρων δὲ τῶν μαθητῶν προσενεγκαμένων φύσιν τε καὶ φιλοπονίαν ὑπῆρξαν ἑκάτεροι διαφέροντες ἀρετῇ· ὧν Ἐπαμεινώνδας μὲν μεγάλους ἀγῶνας καὶ κινδύνους ὑπομείνας τῇ πατρίδι παραδόξως τὴν ἡγεμονίαν τῆς Ἑλλάδος περιέθηκεν, ὁ δὲ Φίλιππος ταῖς αὐταῖς ἀφορμαῖς χρησάμενος οὐκ ἀπελείφθη τῆς Ἐπαμεινώνδου δόξης.
2.4 μετὰ γὰρ τὴν Ἀμύντου τελευτὴν Ἀλέξανδρος ὁ πρεσβύτατος τῶν υἱῶν διεδέξατο τὴν ἀρχήν. τοῦτον δὲ Πτολεμαῖος ὁ Ἀλωρίτης δολοφονήσας παρέλαβε τὴν βασιλείαν καὶ τοῦτον ὁμοίως Περδίκκας ἐπανελόμενος ἐβασίλευσεν. τούτου δὲ παρατάξει μεγάλῃ λειφθέντος ὑπὸ Ἰλλυριῶν καὶ πεσόντος ἐπὶ τῆς χρείας Φίλιππος ὁ ἀδελφὸς διαδρὰς ἐκ τῆς ὁμηρείας παρέλαβε τὴν βασιλείαν κακῶς διακειμένην.
2.5 ἀνῄρηντο μὲν γὰρ ἐν τῇ παρατάξει Μακεδόνων πλείους τῶν τετρακισχιλίων, οἱ δὲ λοιποὶ καταπεπληγμένοι τὰς τῶν Ἰλλυριῶν δυνάμεις περίφοβοι καθειστήκεισαν καὶ πρὸς τὸ διαπολεμεῖν ἀθύμως εἶχον.
2.6 ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν Παίονες μὲν πλησίον τῆς Μακεδονίας οἰκοῦντες ἐπόρθουν τὴν χώραν καταφρονοῦντες τῶν Μακεδόνων, Ἰλλυριοὶ δὲ μεγάλας δυνάμεις ἤθροιζον καὶ στρατεύειν εἰς τὴν Μακεδονίαν παρεσκευάζοντο, Παυσανίας δέ τις τῆς βασιλικῆς συγγενείας κοινωνῶν ἐπεβάλλετο διὰ τοῦ Θρᾳκῶν βασιλέως ἐπὶ τὴν Μακεδονικὴν βασιλείαν κατιέναι. ὁμοίως δὲ καὶ Ἀθηναῖοι πρὸς Φίλιππον ἀλλοτρίως ἔχοντες κατῆγον ἐπὶ τὴν βασιλείαν Ἀργαῖον καὶ στρατηγὸν ἀπεστάλκεισαν Μαντίαν ἔχοντα τρισχιλίους μὲν ὁπλίτας, ναυτικὴν δὲ δύναμιν ἀξιόλογον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme