Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

1.4 διὰ δὲ τὴν ἰδίαν ἀρετὴν τῆς μὲν Ἑλλάδος ἁπάσης παρέλαβε τὴν ἡγεμονίαν ἑκουσίως τῶν πόλεων ὑποταττομένων, τοὺς δὲ τὸ ἐν Δελφοῖς ἱερὸν συλήσαντας καταπολεμήσας καὶ τῷ μαντείῳ βοηθήσας μετέσχε τοῦ συνεδρίου τῶν Ἀμφικτυόνων καὶ διὰ τὴν εἰς τοὺς θεοὺς εὐσέβειαν ἔπαθλον ἔλαβε τὰς ψήφους τῶν κρατηθέντων Φωκέων.
1.5 Ἰλλυριοὺς δὲ καὶ Παίονας καὶ Θρᾷκας καὶ Σκύθας καὶ πάντα τὰ πλησιόχωρα τούτοις ἔθνη καταπολεμήσας τὴν Περσῶν βασιλείαν ἐπεβάλετο καταλῦσαι καὶ δυνάμεις μὲν εἰς τὴν Ἀσίαν διαβιβάσας τὰς Ἑλληνίδας πόλεις ἠλευθέρου, μεσολαβηθεὶς δʼ ὑπὸ τῆς πεπρωμένης τηλικαύτας καὶ τοιαύτας δυνάμεις ἀπέλιπεν ὥστε τὸν υἱὸν Ἀλέξανδρον μὴ προσδεηθῆναι συμμάχων εἰς τὴν κατάλυσιν τῆς Περσῶν ἡγεμονίας.
1.6 καὶ ταῦτʼ ἔπραξεν οὐ διὰ τύχην, ἀλλὰ διὰ τὴν ἰδίαν ἀρετήν. γέγονε γὰρ ὁ βασιλεὺς οὗτος ἀγχινοίᾳ στρατηγικῇ καὶ ἀνδρείᾳ καὶ λαμπρότητι ψυχῆς διαφέρων. ἵνα δὲ μὴ διὰ τοῦ προοιμίου προλαμβάνωμεν αὐτοῦ τὰς πράξεις, ἐπὶ τὸ συνεχὲς τῆς ἱστορίας πορευσόμεθα, βραχέα τοῖς χρόνοις προσαναδραμόντες.
2.1 ἐπʼ ἄρχοντος γὰρ Ἀθήνησι Καλλιμήδους Ὀλυμπιὰς μὲν ἤχθη πέμπτη πρὸς ταῖς ἑκατόν, καθʼ ἣν ἐνίκα στάδιον Πῶρος Κυρηναῖος, Ῥωμαῖοι δὲ κατέστησαν ὑπάτους Γναῖον Γενύκιον καὶ Λεύκιον Αἰμίλιον. ἐπὶ δὲ τούτων Φίλιππος ὁ Ἀμύντου υἱός, Ἀλεξάνδρου δὲ τοῦ Πέρσας καταπολεμήσαντος πατήρ, παρέλαβε τὴν τῶν Μακεδόνων βασιλείαν διὰ τοιαύτας αἰτίας.
2.2 Ἀμύντου καταπολεμηθέντος ὑπὸ Ἰλλυριῶν καὶ φόρους τοῖς κρατήσασι τελεῖν ἀναγκασθέντος οἱ μὲν Ἰλλυριοὶ λαβόντες εἰς ὁμηρείαν Φίλιππον τὸν νεώτατον τῶν υἱῶν παρέθεντο τοῖς Θηβαίοις. οὗτοι δὲ τῷ Ἐπαμεινώνδου πατρὶ παρέθεντο τὸν νεανίσκον καὶ προσέταξαν ἅμα τηρεῖν ἐπιμελῶς τὴν παρακαταθήκην καὶ προστατεῖν τῆς ἀγωγῆς καὶ παιδείας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme