Book 20
arg.
ὡς Φάυλλος νόσῳ περιπεσὼν φθινάδι τὸν βίον ἐπιπόνως κατέστρεψεν.
arg.
ὡς Φάλαικος διαδεξάμενος τὴν ἀρχὴν καὶ ἀγεννῶς διοικῶν τὸν πόλεμον ἐξέπεσεν.
arg.
ὡς οἱ κατὰ τὴν Πελοπόννησον ἐστασίασαν.
arg.
ὡς Ἀρταξέρξης ὁ ἐπικληθεὶς Ὦχος ἀνεκτήσατο Αἴγυπτον καὶ Φοινίκην καὶ Κύπρον.
arg.
ὡς Φίλιππος τὰς Χαλκιδικὰς πόλεις προσαγαγόμενος τὴν ἐπισημοτάτην πόλιν κατέσκαψεν.
arg.
ζήτησις τῶν ἀναλωθέντων ἱερῶν χρημάτων καὶ κόλασις τῶν νοσφισαμένων.
arg.
ὡς οἱ καταφυγόντες εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος Φωκεῖς ὄντες πεντακόσιοι παραδόξως ἅπαντες ὑπὸ πυρὸς διεφθάρησαν.
arg.
ὡς ὁ Φωκικὸς πόλεμος κατελύθη.
arg.
ὡς οἱ μετασχόντες τῆς ἱεροσυλίας τοῖς Φωκεῦσιν ἅπαντες ὑπὸ θείας τινὸς ἐνεργείας ἐκολάσθησαν.
arg.
Τιμολέοντος κατάπλους εἰς Σικελίαν καὶ αἱ πράξεις αὐτοῦ μέχρι τῆς τελευτῆς.
arg.
Περίνθου καὶ Βυζαντίου πολιορκία ὑπὸ Φιλίππου.
arg.
Φιλίππου παράταξις πρὸς Ἀθηναίους ἐν Χαιρωνείᾳ καὶ ἧττα Ἀθηναίων.
arg.
ὡς οἱ Ἕλληνες αὐτοκράτορα στρατηγὸν εἵλοντο Φίλιππον.
arg.
ὡς Φίλιππος μέλλων διαβαίνειν εἰς τὴν Ἀσίαν ἀνῃρέθη.
1.1
ἐν πάσαις μὲν ταῖς ἱστορικαῖς πραγματείαι καθήκει τοὺς συγγραφεῖς περιλαμβάνειν ἐν ταῖς βίβλοις ἢ πόλεων ἢ βασιλέων πράξεις αὐτοτελεῖς ἀπʼ ἀρχῆς μέχρι τοῦ τέλους· οὕτως γὰρ μάλιστα διαλαμβάνομεν τὴν ἱστορίαν εὐμνημόνευτον καὶ σαφῆ γενέσθαι τοῖς ἀναγινώσκουσιν.
1.2
αἱ μὲν γὰρ ἡμιτελεῖς πράξεις οὐκ ἔχουσαι συνεχὲς ταῖς ἀρχαῖς τὸ πέρας μεσολαβοῦσι τὴν ἐπιθυμίαν τῶν φιλαναγνωστούντων, αἱ δὲ τὸ τῆς διηγήσεως συνεχὲς περιλαμβάνουσαι μέχρι τῆς τελευτῆς ἀπηρτισμένην τὴν τῶν πράξεων ἔχουσιν ἀπαγγελίαν. ὅταν δʼ ἡ φύσις αὐτὴ τῶν πραχθέντων συνεργῇ τοῖς συγγραφεῦσι, τότʼ ἤδη παντελῶς οὐκ ἀποστατέον ταύτης τῆς προαιρέσεως.
1.3
διόπερ καὶ ἡμεῖς παρόντες ἐπὶ τὰς Φιλίππου τοῦ Ἀμύντου πράξεις πειρασόμεθα τούτῳ τῷ βασιλεῖ τὰ πραχθέντα περιλαβεῖν ἐν ταύτῃ τῇ βίβλῳ. οὗτος γὰρ εἴκοσι μὲν καὶ τέτταρα ἔτη τῶν Μακεδόνων ἐβασίλευσεν, ἐλαχίσταις δὲ ἀφορμαῖς χρησάμενος μεγίστην τῶν κατὰ τὴν Εὐρώπην δυναστειῶν κατεσκεύασε τὴν ἰδίαν βασιλείαν καὶ παραλαβὼν τὴν Μακεδονίαν δουλεύουσαν Ἰλλυριοῖς πολλῶν καὶ μεγάλων ἐθνῶν καὶ πόλεων κυρίαν ἐποίησε.