Book 20
arg.
ὡς Ἰλλυριοὺς καὶ Παίονας καταπολεμήσας ἐκτήσατο τὴν προγονικὴν ἀρχήν.
arg.
περὶ τῆς ἀνανδρίας τοῦ νεωτέρου Διονυσίου καὶ τῆς Δίωνος φυγῆς.
arg.
κτίσις Ταυρομενίου κατὰ τὴν Σικελίαν.
arg.
τὰ πραχθέντα κατὰ τὴν Εὔβοιαν καὶ κατὰ τὸν συμμαχικὸν πόλεμον.
arg.
πολιορκία Ἀμφιπόλεως ὑπὸ Φιλίππου καὶ ἅλωσις.
arg.
ὡς Φίλιππος τοὺς Πυδναίους ἐξανδραποδισάμενος τὰ χρύσεια μέταλλα κατεσκεύασεν.
arg.
ὡς Δίων ἐλευθερώσας τοὺς Συρακουσίους Διονύσιον κατεπολέμησεν.
arg.
ὡς ἐκπεσὼν ἐκ τῆς πατρίδος πάλιν ἀνεκτήσατο τὰς Συρακούσας.
arg.
κατάλυσις συμμαχικοῦ πολέμου.
arg.
συνδρομὴ τριῶν βασιλέων ἐπὶ Φίλιππον.
arg.
ὡς Φιλόμηλος ὁ Φωκεὺς τοὺς Δελφοὺς καὶ τὸ μαντεῖον καταλαβόμενος τὸν ἱερὸν πόλεμον ἐξέκαυσεν.
arg.
περὶ τῆς ἐξ ἀρχῆς εὑρέσεως τοῦ μαντείου.
arg.
Φιλομήλου τοῦ Φωκέως ἧττα καὶ θάνατος.
arg.
Ὀνομάρχου παράληψις τῆς ἀρχῆς καὶ παρασκευὴ πρὸς πόλεμον.
arg.
ὡς Βοιωτοὶ Ἀρταβάζῳ βοηθήσαντες ἐνίκησαν τοὺς βασιλέως σατράπας.
arg.
ὡς Ἀθηναῖοι Χερρονήσου κρατήσαντες κατεκληρούχησαν αὐτήν.
arg.
ὡς Φίλιππος Μεθώνην ἑλὼν κατέσκαψεν.
arg.
ὡς Φίλιππος Φωκεῖς νικήσας ἐξέβαλεν ἐκ τῆς Θετταλίας.
arg.
ὡς Ὀνόμαρχος ὁ Φωκεὺς Φίλιππον δυσὶ μάχαις νικήσας εἰς τοὺς ἐσχάτους κινδύνους ἤγαγεν.
arg.
ὡς Ὀνόμαρχος Βοιωτοὺς νικήσας Κορώνειαν εἷλεν.
arg.
ὡς Ὀνόμαρχος ἐν Θετταλίᾳ παραταξάμενος πρὸς Φίλιππον καὶ Θετταλοὺς ἡττήθη.
arg.
ὡς αὐτὸς μὲν ἐκρεμάσθη, οἱ δʼ ἄλλοι κατεποντίσθησαν ὡς ἱερόσυλοι.
arg.
ὡς Φάυλλος διαδεξάμενος τὴν ἀρχὴν πολλὰ τῶν ἀργυρῶν καὶ χρυσῶν ἀναθημάτων κατέκοψεν.
arg.
ὡς τὰς μισθοφορίας ἀναβιβάσας ἤθροισε μισθοφόρων πλῆθος.
arg.
ὡς τεταπεινωμένα τὰ τῶν Φωκέων πράγματα διωρθώσατο.
arg.
ὡς χρήμασι διαφθείρων τὰς πόλεις καὶ τοὺς προεστηκότας αὐταῖς πολλοὺς προσελάβετο συμμάχους.
arg.
ὡς οἱ τῶν Φεραίων τύραννοι παραδόντες Φιλίππῳ τὰς Φερὰς Φωκέων ἐγένοντο σύμμαχοι.
arg.
μάχη Φωκέων πρὸς Βοιωτοὺς περὶ Ὀρχομενὸν καὶ ἧττα Φωκέων.
arg.
ἄλλαι μάχαι τοῖς αὐτοῖς παρὰ τὸν Κηφισὸν καὶ Κορώνειαν καὶ νίκη Βοιωτῶν.
arg.
ὡς Φάυλλος στρατεύσας εἰς τὴν Λοκρίδα πολλὰς πόλεις ἐχειρώσατο.