Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

83.5 πολλὰ δὲ παθὼν καὶ δράσας οὐκ ἀπέστη τῆς φιλοτιμίας, ἕως τὸ στράτευμα τῶν Λακεδαιμονίων ἐπανῆλθεν εἰς τὴν Σπάρτην· πολλῶν δὲ βοηθούντων τοῖς πολιορκουμένοις, καὶ τῆς νυκτὸς καταλαβούσης, ἔλυσε τὴν πολιορκίαν.
84.1 πυθόμενος δὲ παρὰ τῶν αἰχμαλώτων ὅτι Μαντινεῖς πανδημεὶ πάρεισι βοηθοῦντες τοῖς Λακεδαιμονίοις, τότε μὲν ἀναχωρήσας μικρὸν ἀπὸ τῆς πόλεως κατεστρατοπέδευσεν· παραγγείλας δὲ δειπνοποιεῖσθαι, καταλιπὼν τῶν ἱππέων τινάς, τούτοις μὲν παρήγγειλεν ἕως ἑωθινῆς φυλακῆς πυρὰ καίειν ἐν τῇ παρεμβολῇ, αὐτὸς δὲ μετὰ τῆς δυνάμεως ἀφορμήσας ἔσπευσεν ἄφνω προσπεσεῖν τοῖς ἀπολελειμμένοις ἐν τῇ Μαντινείᾳ.
84.2 τῇ δʼ ὑστεραίᾳ πολλὴν διανύσας ὁδὸν ἄφνω τοῖς Μαντινεῦσιν ἀνελπίστως ἐπέρραξεν, οὐ μὴν ἐκράτησε τῆς ἐπιβολῆς, καίπερ ἅπαντα τῇ στρατηγίᾳ προνοησάμενος, ἀλλὰ τὴν τύχην λαβὼν ἀντιπράττουσαν παραδόξως ἀπέβαλε τὴν νίκην. ἄρτι γὰρ αὐτοῦ πλησιάζοντος ἐρήμῳ τῇ πόλει κατήντησαν ἐπὶ θάτερα τῆς Μαντινείας οἱ πεμφθέντες ὑπὸ τῶν Ἀθηναίων στρατιῶται πρὸς τὴν συμμαχίαν, ὄντες ἑξακισχίλιοι, στρατηγὸν δʼ ἔχοντες Ἡγησίλεων, ἄνδρα τότε παρὰ τοῖς πολίταις ἐπαινουμένον. οὗτος δὲ τοὺς ἱκανοὺς εἰς τὴν πόλιν παρεισαγαγών, τὴν ἄλλην δύναμιν ἐξέταξεν ὡς μάχῃ διακριθησόμενος.
84.3 εὐθὺς δὲ καὶ Λακεδαιμόνιοι καὶ Μαντινεῖς ἐπεφάνησαν, καὶ πρὸς τὴν τῶν ὅλων κρίσιν ἅπαντες κατεσκευάζοντο καὶ τοὺς πανταχόθεν συμμάχους μετεπέμποντο.
84.4 τοῖς μὲν οὖν Μαντινεῦσιν ἐβοήθουν Ἠλεῖοι καὶ Λακεδαιμόνιοι καὶ Ἀθηναῖοι καὶ ἄλλοι τινές, ὧν ὁ σύμπας ἀριθμὸς ἦν πεζοὶ μὲν πλείους τῶν δισμυρίων, ἱππεῖς δὲ περὶ δισχιλίους· τοῖς δὲ Τεγεάταις συνεμάχουν οἱ πλεῖστοι καὶ κράτιστοι τῶν Ἀρκάδων καὶ Ἀχαιοὶ καὶ Βοιωτοὶ καὶ Ἀργεῖοι καί τινες ἕτεροι τῶν Πελοποννησίων καὶ τῶν ἔξωθεν συμμάχων, οἱ δὲ πάντες ἠθροίσθησαν πεζοὶ μὲν ὑπὲρ τοὺς τρισμυρίους, ἱππεῖς δʼ οὐκ ἐλάττους τῶν τρισχιλίων.
85.1 ἀμφοτέρων δὲ προθύμως συγκαταβάντων εἰς τὸν ὑπὲρ τῶν ὅλων ἀγῶνα, καὶ διαταχθέντων τῶν στρατοπέδων, οἱ μὲν μάντεις σφαγιασάμενοι παρʼ ἀμφοτέροις ἀπεφαίνοντο τὴν νίκην ὑπὸ τῶν θεῶν προφαινομένην·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme