Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

82.6 ὑπολαβὼν οὖν ἔρημον εἶναι στρατιωτῶν τὴν Σπάρτην, ἐπεβάλετο μὲν μέγα τι πρᾶξαι, τὴν δὲ τύχην ἔσχεν ἀντιπράττουσαν. αὐτὸς μὲν γὰρ νυκτὸς ὥρμησεν ἐπὶ τὴν Σπάρτην, ὁ δὲ βασιλεὺς τῶν Λακεδαιμονίων Ἆγις ὑποπτεύσας τὴν ἀγχίνοιαν τὴν Ἐπαμεινώνδου κατεστοχάσατο μὲν τὸ μέλλον ἐμφρόνως, ἐξέπεμψε δέ τινας Κρῆτας ἡμεροδρόμους, διʼ ὧν καταταχήσας τὸν Ἐπαμεινώνδαν τοῖς ἀπολελειμμένοις ἐν τῇ Σπάρτῃ ἐδήλωσε, διότι Βοιωτοὶ συντόμως ἥξουσιν ἐπὶ τὴν Λακεδαίμονα πορθήσοντες τὴν πόλιν, αὐτὸς δʼ ὡς ἂν τάχιστα δύναιτο μετὰ τῆς δυνάμεως ἥξει βοηθήσων τῇ πατρίδι. ἐκέλευεν οὖν τοῖς ἐν τῇ Σπάρτῃ παραφυλάττειν τὴν πόλιν μηδὲν καταπεπληγμένους· ταχὺ γὰρ αὐτὸν ἐπιφανέντα βοηθήσειν.
83.1 τῶν δὲ Κρητῶν συντόμως τὸ παραγγελθὲν ποιησάντων, παραδόξως οἱ Λακεδαιμόνιοι τὴν ἅλωσιν τῆς πατρίδος ἐξέφυγον· μὴ προδηλωθείσης γὰρ τῆς ἐπιθέσεως ἔλαθεν ἂν ὁ Ἐπαμεινώνδας εἰσπεσὼν εἰς τὴν Σπάρτην. τὴν μὲν οὖν ἐπίνοιαν τῶν στρατηγῶν ἀμφοτέρων δικαίως ἄν τις ἀποδέξαιτο, συνετωτέραν δὲ στρατηγίαν τὴν τοῦ Λάκωνος ἡγήσαιτο.
83.2 οὐ μὴν ἀλλʼ ὁ Ἐπαμεινώνδας ὅλην τὴν νύκτα διαγρυπνήσας καὶ τὸ διάστημα τῆς ὁδοῦ κατὰ σπουδὴν διανύσας ἅμʼ ἡμέρᾳ προσῆγε τῇ Σπάρτῃ. ὁ δʼ ἐπὶ τῆς φυλακῆς ἀπολελειμμένος Ἀγησίλαος ὀλίγῳ πρότερον χρόνῳ τῶν Κρητῶν ἀκούσας τὰ κατὰ μέρος, εὐθὺς μετὰ πολλῆς σπουδῆς τὴν ἐπιμέλειαν ἐποιήσατο τῆς πόλεως.
83.3 τοὺς μὲν οὖν πρεσβυτάτους τῶν παίδων καὶ τοὺς γεγηρακότας ἐπὶ τὰ στέγη τῶν οἰκιῶν ἀνεβίβασε, καὶ προσέταξεν ἀπὸ τούτων ἀμύνασθαι τοὺς εἰς τὴν πόλιν βιαζομένους, αὐτὸς δὲ τοὺς ἀκμάζοντας ταῖς ἡλικίαις συντάξας διεμέρισεν εἰς τὰς πρὸ τῆς πόλεως δυσχωρίας καὶ παρόδους, καὶ πάντας τοὺς δυναμένους τόπους δέξασθαι δίοδον ἐμφράξας ἀνέμενε τὴν τῶν πολεμίων ἔφοδον.
83.4 Ἐπαμεινώνδας δʼ εἰς πλείω μέρη διελόμενος τοὺς στρατιώτας, καὶ πάντῃ προσπίπτων κατὰ τὸν αὐτὸν καιρόν, ὡς εἶδε τὴν τῶν Σπαρτιατῶν σύνταξιν, εὐθὺς ἔγνω μεμηνυμένην τὴν πρᾶξιν· ὅμως δὲ προσμαχόμενος πᾶσι κατὰ μέρος καὶ ταῖς δυσχωρίαις ἐλαττούμενος συνῆπτεν εἰς χεῖρας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme