Book 20
82.1
τοῦ δʼ ἔτους τούτου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Χαρικλείδης, ἐν Ῥώμῃ δʼ ὕπατοι κατεστάθησαν Λεύκιος Αἰμίλιος Μάμερκος καὶ Λεύκιος Σέξτιος Λατερίας. ἐπὶ δὲ τούτων Ἀρκάδες μετὰ Πισαίων κοινῇ τεθεικότες ὑπῆρχον τὸν ἀγῶνα τῶν Ὀλυμπίων, καὶ ἐκυρίευον τοῦ ἱεροῦ καὶ τῶν ἐν αὐτῷ χρημάτων. τῶν δὲ Μαντινέων ἀναλαβόντων εἰς τοὺς ἰδίους βίους οὐκ ὀλίγα τῶν ἀναθημάτων ἔσπευδον οἱ παρανομήσαντες διακατέχειν τὸν πρὸς Ἠλείους πόλεμον, ἵνα μὴ δῶσιν ἐν εἰρήνῃ λόγον τῶν ἀναλωθέντων.
82.2
τῶν δὲ ἄλλων Ἀρκάδων βουλομένων συνθέσθαι τὴν εἰρήνην, στάσεις ἐκίνησαν πρὸς τοὺς ὁμοεθνεῖς. γενομένων οὖν δυεῖν ἑταιριῶν, συνέβαινε τῆς μὲν τοὺς Τεγεάτας, τῆς δὲ τοὺς Μαντινεῖς ἡγεῖσθαι.
82.3
ἐπὶ πολὺ δὲ τῆς διαφορᾶς αὐξηθείσης εἰς τὴν διὰ τῶν ὅπλων κρίσιν κατήντησαν, καὶ Τεγεᾶται μὲν πρεσβεύσαντες πρὸς Βοιωτοὺς ἔπεισαν ἑαυτοῖς βοηθεῖν, οἱ δὲ Βοιωτοὶ στρατηγὸν ἐπιστήσαντες Ἐπαμεινώνδαν καὶ δύναμιν ἀξιόλογον δόντες ἐξαπέστειλαν βοηθῆσαι τοῖς Τεγεάταις.
82.4
οἱ δὲ Μαντινεῖς τὴν ἐκ τῆς Βοιωτίας δύναμιν καὶ τὴν Ἐπαμεινώνδου δόξαν καταπλαγέντες, πρὸς τοὺς ἐχθροτάτους τῶν Βοιωτῶν Ἀθηναίους καὶ Λακεδαιμονίους πρέσβεις ἐκπέμψαντες ἔπεισαν συμμαχεῖν. ὧν ἀμφοτέρων ἁδρὰς δυνάμεις ταχέως ἀποστειλάντων, ἀγῶνες πολλοὶ καὶ μεγάλοι κατὰ τὴν Πελοπόννησον συνέστησαν.
82.5
εὐθὺς οὖν Λακεδαιμόνιοι μὲν πλησίον οἰκοῦντες ἐστράτευσαν εἰς τὴν Ἀρκαδίαν, Ἐπαμεινώνδας δὲ κατὰ τοῦτον τὸν καιρὸν μετὰ τῆς δυνάμεως προϊὼν καὶ τῆς Μαντινείας οὐ μακρὰν ἀπέχων ἐπύθετο παρὰ τῶν ἐγχωρίων, ὅτι Λακεδαιμόνιοι πανδημεὶ πορθοῦσι τὴν τῶν Τεγεατῶν χώραν.