Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

80.4 ὡς δὲ κατήντησεν εἰς τὴν Θετταλίαν, καὶ τὸν Ἀλέξανδρον κατέλαβε προκατειλημμένον τοὺς ὑπερδεξίους τόπους καὶ στρατιώτας ἔχοντα πλείους τῶν δισμυρίων, ἀντεστρατοπέδευσε μὲν τοῖς πολεμίοις, προσλαβόμενος δὲ συμμάχους παρὰ τῶν Θετταλῶν συνῆψε μάχην τοῖς ἐναντίοις.
80.5 τοῦ δὲ Ἀλεξάνδρου διὰ τὰς ὑπεροχὰς τῶν τόπων πλεονεκτοῦντος, ὁ Πελοπίδας σπεύδων διὰ τῆς ἰδίας ἀνδρείας κρῖναι τὴν μάχην ἐπʼ αὐτὸν ὥρμησε τὸν Ἀλέξανδρον. τοῦ δὲ δυνάστου μετὰ τῶν ἐπιλέκτων ὑποστάντος, ἐγένετο μάχη καρτερά, καθʼ ἣν ὁ Πελοπίδας ἀριστεύων πάντα τὸν περὶ αὐτὸν τόπον νεκρῶν κατέστρωσε, τέλος δʼ ἐπιθεὶς τῷ κινδύνῳ καὶ τοὺς πολεμίους τρεψάμενος τὴν μὲν νίκην περιεποιήσατο, τὸν δὲ αὑτοῦ βίον ἀπέβαλε, πολλοῖς περιπεσὼν τραύμασι καὶ τὸ ζῆν ἡρωικῶς προέμενος.
80.6 ὁ δʼ Ἀλέξανδρος δευτέρᾳ μάχῃ λειφθεὶς καὶ τοῖς ὅλοις συντριβείς, ἠναγκάσθη καθʼ ὁμολογίαν τοῖς μὲν Θετταλοῖς τὰς καταπεπολεμημένας πόλεις ἀποδοῦναι, Μάγνητας δὲ καὶ τοὺς Φθιώτας Ἀχαιοὺς παραδοῦναι Βοιωτοῖς, καὶ τὸ λοιπὸν Φερῶν μόνων ἄρχοντα σύμμαχον εἶναι Βοιωτοῖς.
81.1 οἱ δὲ Θηβαῖοι περιβόητον νίκην ἀπενηνεγμένοι, πρὸς ἅπαντας ἔφασαν ἑαυτοὺς ἡττᾶσθαι διὰ τὴν Πελοπίδου τελευτήν· ἀξιόλογον γὰρ ἀπολωλεκότες ἄνδρα, κατὰ λόγον ἔκρινον τὴν νίκην ἥττονα ὑπάρχειν τῆς Πελοπίδου ζωῆς. πολλὰς γὰρ καὶ μεγάλας χρείας παρέσχετο τῇ πατρίδι, πλεῖστον δὲ συνεβάλετο πρὸς τὴν τῶν Θηβαίων αὔξησιν. ἐν γὰρ τῇ τῶν φυγάδων κατηλύσει, καθʼ ἣν ἀνεκτήσαντο τὴν Καδμείαν, ὡμολογημένως ἅπαντες τούτῳ τὸ πρωτεῖον τοῦ κατορθώματος ἀπονέμουσιν. τὴν δʼ εὐημερίαν ταύτην συνέβη πάντων τῶν ὕστερον γενομένων ἀγαθῶν αἰτίαν γενέσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme