Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

72.4 μετὰ δὲ τὴν μάχην οἱ Ἀρκάδες, φοβηθέντες τὰς τῶν Λακεδαιμονίων εἰσβολάς, ἔκτισαν ἐπί τινος ἐπικαίρου τόπου τὴν ὀνομαζομένην Μεγάλην πόλιν, συρρίψαντες εἰς αὐτὴν κώμας εἴκοσι τῶν ὀνομαζομένων Μαιναλίων καὶ Παρρασίων Ἀρκάδων. καὶ τὰ μὲν κατὰ τοὺς Ἕλληνας ἐν τούτοις ἦν.
73.1 κατὰ δὲ τὴν Σικελίαν Διονύσιος ὁ τύραννος ἔχων δυνάμεις ἀξιολόγους, καὶ τοὺς Καρχηδονίους ὁρῶν οὐκ εὖ διακειμένους πρὸς τὸν πόλεμον διά τε τὴν γεγενημένην παρʼ αὐτοῖς λοιμικὴν νόσον καὶ τὴν ἀπόστασιν τῶν Λιβύων, ἔγνω στρατεύειν ἐπʼ αὐτούς. οὐκ ἔχων δὲ πρόφασιν ἀξιόλογον τῆς διαφορᾶς, προσεποιήθη τοὺς κατὰ τὴν ἐπικράτειαν Φοίνικας ἐπιβεβηκέναι τῆς ὑπʼ αὐτὸν χώρας.
73.2 παρασκευασάμενος οὖν πεζοὺς μὲν τρισμυρίους, ἱππεῖς δὲ τρισχιλίους, τριήρεις δὲ τριακοσίας καὶ τὴν ἁρμόζουσαν τῇ δυνάμει ταύτῃ παρασκευήν, ἐνέβαλεν εἰς τὴν ὑπὸ Καρχηδονίους χώραν. καὶ Σελινοῦντα μὲν καὶ Ἔντελλαν εὐθὺς προσηγάγετο, καὶ τὴν χώραν πᾶσαν πορθήσας καὶ τῆς πόλεως τῶν Ἐρυκίνων ἐγκρατὴς γενόμενος ἐπολιόρκησε Λιλύβαιον· πολλῶν δʼ ὄντων ἐν αὐτῷ στρατιωτῶν τὴν πολιορκίαν ἔλυσεν.
73.3 ἀκούσας δὲ τὰ νεώρια τῶν Καρχηδονίων ἐμπεπρῆσθαι, καὶ δόξας πάντα τὸν στόλον αὐτῶν διεφθάρθαι, κατεφρόνησε, καὶ τῶν ἰδίων τριήρων ἑκατὸν μὲν καὶ τριάκοντα τὰς ἀρίστας ἀπέστειλεν εἰς τὸν τῶν Ἐρυκίνων λιμένα, τὰς δʼ ἄλλας ἁπάσας ἐξέπεμψεν εἰς τὰς Συρακούσας.
73.4 οἱ δὲ Καρχηδόνιοι παραδόξως διακοσίας ναῦς πληρώσαντες ἐπέπλευσαν ταῖς ὁρμούσαις ἐν τῷ λιμένι τῶν Ἐρυκίνων· ἀνελπίστου δὲ τῆς ἐπιθέσεως γενομένης ἀπήγαγον τῶν τριήρων τὰς πλείστας. μετὰ δὲ ταῦτα τοῦ χειμῶνος ἐνστάντος ἀνοχὰς ποιησάμενοι διεχωρίσθησαν εἰς τὰς οἰκείας ἑκάτεροι πόλεις.
73.5 μετʼ ὀλίγον δὲ χρόνον Διονύσιος εἰς ἀρρωστίαν ἐμπεσὼν ἐτελεύτησε, δυναστεύσας ἔτη τριάκοντα καὶ ὀκτώ· τὴν δὲ ἀρχὴν διαδεξάμενος ὁ υἱὸς Διονύσιος ἐτυράννευσεν ἔτη δώδεκα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme