Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

71.6 ἤδη δʼ αὐτῶν τὴν σωτηρίαν ἀπογινωσκόντων, Ἐπαμεινώνδας ἰδιωτεύων κατʼ ἐκεῖνον τὸν χρόνον ὑπὸ τῶν στρατιωτῶν κατεστάθη στρατηγός. εὐθὺς δὲ διαλέξας τούς τε ψιλοὺς καὶ τοὺς ἱππεῖς, τούτους μὲν αὐτὸς ἀνέλαβε, καὶ ταχθεὶς ἐπὶ τῆς οὐραγίας διὰ τούτων ἀνέστελλε τοὺς ἐπακολουθοῦντας πολεμίους καὶ πολλὴν ἀσφάλειαν παρείχετο τοῖς προηγουμένοις ὁπλίταις, ποιούμενος δὲ μάχας ἐξ ὑποστροφῆς καὶ τάξει φιλοτέχνῳ χρώμενος διέσωσε τὸ στρατόπεδον.
71.7 αἰεὶ δὲ μᾶλλον διὰ τῶν κατορθωμάτων αὔξων τὴν ἰδίαν εὐδοξίαν μεγάλης ἀποδοχῆς ἐτύγχανε παρά τε τοῖς πολίταις καὶ τοῖς συμμάχοις. οἱ δὲ Θηβαῖοι τοὺς τότε βοιωταρχήσαντας καταδικάσαντες, πολλοῖς χρήμασιν ἐζημίωσαν.
72.1 ἐπιζητουμένης δὲ τῆς αἰτίας, πῶς ὁ τοιοῦτος ἀνὴρ ἰδιώτης ὢν ἐστρατεύετο μετὰ τῶν εἰς Θετταλίαν ἀποσταλέντων, ἀποδοτέον τὸν οἰκεῖον λόγον τῆς ἀπολογίας. τῇ μάχῃ τῇ περὶ Κόρινθον Ἐπαμεινώνδας διακόψας τὴν ἐπὶ τοῦ προτειχίσματος φυλακὴν τῶν Λακεδαιμονίων, καὶ δυνάμενος πολλοὺς ἀνελεῖν τῶν πολεμίων, ἠρκέσθη τῷ προτερήματι καὶ τῆς ἐπὶ πλεῖον μάχης ἀπέστη.
72.2 γενομένης δὲ περὶ αὐτὸν ἱκανῆς ὑποψίας ὡς πεφεισμένου τῶν Λακεδαιμονίων ἰδίας ἕνεκα χάριτος, οἱ φθονοῦντες αὐτοῦ τῇ δόξῃ καιρὸν ἔλαβον εὐλόγου διαβολῆς. ἐπενεγκάντων οὖν αὐτῷ προδοσίας ἔγκλημα, τὸ πλῆθος παροξυνθὲν ἀπέστησεν αὐτὸν τῆς βοιωταρχίας, καὶ ἰδιώτην ποιῆσαν ἐξαπέστειλε μετὰ τῶν ἄλλων. ὡς δὲ ἀπὸ τῶν ἀποτελεσμάτων ἐξήλειψε τὰς καθʼ ἑαυτοῦ διαβολάς, τότε ὁ δῆμος ἀποκατέστησεν αὐτὸν εἰς τὴν προγεγενημένην εὐδοξίαν.
72.3 μετʼ ὀλίγον δὲ χρόνον Λακεδαιμονίοις πρὸς Ἀρκάδας ἐγένετο μεγάλη μάχη, ἐν ᾗ ἐνίκησαν Λακεδαιμόνιοι ἐπιφανῶς. μετὰ γὰρ τὴν ἐν Λεύκτροις ἧτταν τοῦτο πρῶτον αὐτοῖς παράδοξον εὐτύχημα ἐγένετο· ἔπεσον γὰρ Ἀρκάδων μὲν ὑπὲρ τοὺς μυρίους, Λακεδαιμονίων δʼ οὐδείς. προεῖπον δʼ αὐτοῖς αἱ Δωδωνίδες ἱέρειαι, διότι πόλεμος οὗτος Λακεδαιμονίοις ἄδακρυς ἔσται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme