Book 20
67.2
Ἀρκάδες δὲ Λυκομήδην στρατηγὸν προχειρισάμενοι, καὶ παραδόντες αὐτῷ τοὺς ἐπιλέκτους ὀνομαζομένους, ὄντας πεντακισχιλίους, ἐστράτευσαν ἐπὶ Πελλήνην τῆς Λακωνικῆς, καὶ τὴν μὲν πόλιν βίᾳ χειρωσάμενοι τοὺς ἐγκαταλειφθέντας φρουροὺς τῶν Λακεδαιμονίων ἀπέκτειναν, ὄντας πλείους τῶν τριακοσίων, τὴν δὲ πόλιν ἐξανδραποδισάμενοι καὶ τὴν χώραν δῃώσαντες ἐπανῆλθον εἰς τὴν οἰκείαν, φθάσαντες τὴν παρὰ τῶν Λακεδαιμονίων βοήθειαν.
67.3
Βοιωτοὶ δέ, μεταπεμπομένων αὐτοὺς Θετταλῶν ἐπʼ ἐλευθερώσει μὲν τῶν πόλεων, καταλύσει δὲ τῆς Ἀλεξάνδρου τοῦ Φεραίου τυραννίδος ἐξαπέστειλαν Πελοπίδαν μετὰ δυνάμεως εἰς Θετταλίαν, δόντες ἐντολὰς αὐτῷ εἰς τὸ συμφέρον τῶν Βοιωτῶν διοικῆσαι τὰ κατὰ τὴν Θετταλίαν.
67.4
οὗτος δὲ καταντήσας εἰς Λάρισσαν, καὶ καταλαβὼν τὴν ἀκρόπολιν φρουρουμένην ὑπὸ Ἀλεξάνδρου τοῦ Μακεδόνος, ταύτην μὲν παρέλαβεν, εἰς δὲ τὴν Μακεδονίαν παρελθὼν καὶ συμμαχίαν ποιησάμενος πρὸς Ἀλέξανδρον τὸν τῶν Μακεδόνων βασιλέα, ὅμηρον ἔλαβε παρʼ αὐτοῦ τὸν ἀδελφὸν Φίλιππον, ὃν ἐξέπεμψεν εἰς τὰς Θήβας. τὰ δὲ κατὰ τὴν Θετταλίαν διοικησάμενος ὥς ποτʼ ἔδοξεν αὐτῷ συμφέρειν τοῖς Βοιωτοῖς, ἐπανῆλθεν εἰς τὴν οἰκείαν.
68.1
τούτων δὲ πραχθέντων Ἀρκάδες καὶ Ἀργεῖοι καὶ Ἠλεῖοι συμφρονήσαντες ἔγνωσαν στρατεύειν ἐπὶ τοὺς Λακεδαιμονίους, καὶ πρεσβεύσαντες πρὸς Βοιωτοὺς ἔπεισαν αὐτοὺς κοινωνεῖν τοῦ πολέμου. οἱ δʼ Ἐπαμεινώνδαν καταστήσαντες ἡγεμόνα μετʼ ἄλλων βοιωταρχῶν, ἐξέπεμψαν στρατιώτας πεζοὺς μὲν ἑπτακισχιλίους, ἱππεῖς δʼ ἑξακοσίους. Ἀθηναῖοι δὲ πυθόμενοι τὴν Βοιωτῶν στρατιὰν παριοῦσαν εἰς τὴν Πελοπόννησον, ἐξέπεμψαν δύναμιν καὶ στρατηγὸν ἐπʼ αὐτῆς Χαβρίαν.
68.2
οὗτος δὲ παρελθὼν εἰς Κόρινθον, καὶ προσλαβόμενος καὶ παρὰ Μεγαρέων καὶ Πελληνέων, ἔτι δὲ Κορινθίων στρατιώτας, στρατόπεδον συνεστήσατο ἀνδρῶν μυρίων· μετὰ δὲ ταῦτα Λακεδαιμονίων καὶ τῶν ἄλλων συμμάχων παραγενομένων εἰς Κόρινθον συνήχθησαν οἱ σύμπαντες οὐκ ἐλάττους δισμυρίων.