Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

55.3 ὡς δʼ αἵ τε σάλπιγγες ἐσήμαινον παρʼ ἀμφοτέροις τὸ πολεμικὸν καὶ κατὰ τὴν πρώτην ὁρμὴν συνηλάλαξαν αἱ δυνάμεις, οἱ μὲν Λακεδαιμόνιοι τοῖς κέρασιν ἀμφοτέροις ἐπῆγον μηνοειδὲς τὸ σχῆμα τῆς φάλαγγος πεποιηκότες, οἱ δὲ Βοιωτοὶ τῷ μὲν ἑτέρῳ κέρατι ὑπεχώρουν, τῷ δὲ ἑτέρῳ δρόμῳ συνῆπτον τοῖς πολεμίοις.
55.4 ὡς δὲ συνῆψαν ἀλλήλοις εἰς χεῖρας, τὸ μὲν πρῶτον ἐκθύμως ἀμφοτέρων ἀγωνιζομένων ἰσόρροπος ἦν ἡ μάχη, μετὰ δὲ ταῦτα τῶν περὶ τὸν Ἐπαμεινώνδαν διά τε τὴν ἀρετὴν καὶ τὴν πυκνότητα τῆς τάξεως πλεονεκτούντων πολλοὶ τῶν Πελοποννησίων ἀνῃροῦντο. οὐ γὰρ ὑπέμενον ὑπενέγκαι τὸ βάρος τῆς τῶν ἐπιλέκτων ἀνδραγαθίας, ἀλλὰ τῶν ἀντιστάντων οἱ μὲν ἔπιπτον, οἱ δὲ κατετραυματίζοντο, πάσας τὰς πληγὰς ἐναντίας λαμβάνοντες.
55.5 ἕως μὲν οὖν ὁ βασιλεὺς τῶν Λακεδαιμονίων Κλεόμβροτος ἔζη, πολλοὺς ἔχων τοὺς συνασπίζοντας καὶ προθύμως πρὸ αὐτοῦ ἀποθνήσκοντας, ἄδηλος ἦν ἡ ῥοπὴ τῆς νίκης· ἐπεὶ δʼ οὗτος πάντα κίνδυνον ὑπομένων οὐκ ἠδύνατο βιάσασθαι τοὺς ἀνθεστηκότας, ἡρωικῶς δὲ μαχόμενος καὶ πολλοῖς τραύμασι περιπεσὼν ἐτελεύτησε, τότε συνδρομῆς γενομένης περὶ τοῦ πτώματος νεκρῶν πλῆθος ἐσωρεύθη.
56.1 ἀναρχίας δὲ γενομένης περὶ τὸ κέρας, οἱ μὲν περὶ τὸν Ἐπαμεινώνδαν βαρεῖς ἐγκείμενοι τοῖς Λακεδαιμονίοις τὸ μὲν πρῶτον τῇ βίᾳ βραχὺ προέωσαν ἐκ τῆς τάξεως τοὺς πολεμίους, οἱ δὲ Λακεδαιμόνιοι περὶ τοῦ βασιλέως ἀγωνισάμενοι λαμπρῶς τοῦ μὲν σώματος ἐγκρατεῖς ἐγένοντο, τῆς δὲ νίκης οὐκ ἴσχυσαν ἐφικέσθαι.
56.2 καὶ τῶν γὰρ ἐπιλέκτων ὑπερβαλλομένων ταῖς ἀνδραγαθίαις, καὶ τῆς ἀρετῆς καὶ παρακλήσεως Ἐπαμεινώνδου πολλὰ συμβαλλομένης, μόγις ἐβιάσθησαν οἱ Λακεδαιμόνιοι· τὸ μὲν πρῶτον ἀναχωροῦντες τὴν τάξιν οὐ διέλυον, τὸ δὲ τελευταῖον πολλῶν ἀναιρουμένων, τοῦ δὲ παραγγέλλοντος ἡγεμόνος τετελευτηκότος, ἐγένετο παντελὴς τροπὴ τοῦ στρατοπέδου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme