Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

54.4 πολλῶν δὲ καὶ ἄλλων τοιούτων λεγομένων, καὶ τοῦ Ἐπαμεινώνδου συναγαγόντος ἐκκλησίαν καὶ τοὺς στρατιώτας τοῖς οἰκείοις λόγοις προτρεψαμένου πρὸς τὸν ἀγῶνα, πάντες μετέθεντο τὰς γνώμας, καὶ τῆς μὲν δεισιδαιμονίας ἀπελύθησαν, πρὸς δὲ τὴν μάχην εὐθαρσεῖς ταῖς ψυχαῖς κατέστησαν.
54.5 ἦλθε δὲ καὶ συμμαχία κατὰ τοῦτον τὸν καιρὸν τοῖς Θηβαίοις παρὰ Θετταλῶν, πεζοὶ μὲν χίλιοι καὶ πεντακόσιοι, ἱππεῖς δὲ πεντακόσιοι, ὧν ἡγεῖτο Ἰάσων. οὗτος δʼ ἔπεισε τούς τε Βοιωτοὺς καὶ τοὺς Λακεδαιμονίους ἀνοχὰς ποιήσασθαι καὶ τὰ παράλογα τῆς τύχης εὐλαβηθῆναι.
54.6 γενομένων δὲ τῶν σπονδῶν Κλεόμβροτος ἀνέξευξε μετὰ τῆς δυνάμεως ἐκ τῆς Βοιωτίας, καὶ ἀπήντησεν αὐτῷ ἄλλη δύναμις μεγάλη Λακεδαιμονίων καὶ τῶν συμμάχων, ἡγουμένου Ἀρχιδάμου τοῦ Ἀγησιλάου. οἱ γὰρ Σπαρτιᾶται θεωροῦντες τὴν ἑτοιμότητα τῶν Βοιωτῶν, καὶ τὸ θράσος καὶ τὴν ἀπόνοιαν εὐλαβούμενοι, τὴν δευτέραν ἀπεστάλκεισαν δύναμιν, ἵνα τῷ πλήθει τῶν ἀγωνιζομένων περιγένωνται τῆς τῶν πολεμίων τόλμης.
54.7 συνελθουσῶν δʼ εἰς ταὐτὸ τῶν δυνάμεων αἰσχρὸν εἶναι ὑπέλαβον οἱ Λακεδαιμόνιοι δεδιέναι τὰς τῶν Βοιωτῶν ἀρετάς. διόπερ τὰς σπονδὰς παρʼ οὐδὲν ἡγησάμενοι μετὰ πολλῆς προθυμίας ἀνέκαμψαν εἰς Λεῦκτρα. ἑτοίμων δʼ ὄντων καὶ τῶν Βοιωτῶν πρὸς τὴν μάχην, ἐξέταττον ἀμφότεροι τὰς δυνάμεις.
55.1 καὶ παρὰ μὲν τοῖς Λακεδαιμονίοις οἱ ἀφʼ Ἡρακλέους γεγονότες ἡγεμόνες ἐτάχθησαν ἐπὶ τῶν κεράτων, Κλεόμβροτός τε ὁ βασιλεὺς καὶ Ἀρχίδαμος ὁ Ἀγησιλάου τοῦ βασιλέως υἱός, παρὰ δὲ τοῖς Βοιωτοῖς Ἐπαμεινώνδας ἰδίᾳ τινὶ καὶ περιττῇ τάξει χρησάμενος διὰ τῆς ἰδίας στρατηγίας περιεποιήσατο τὴν περιβόητον νίκην.
55.2 ἐκλεξάμενος γὰρ ἐξ ἁπάσης τῆς δυνάμεως τοὺς ἀρίστους ἐπὶ τὸ ἕτερον μέρος ἔστησε, μεθʼ ὧν καὶ αὐτὸς ἔμελλε διαγωνίζεσθαι· τοὺς δʼ ἀσθενεστάτους ἐπὶ τὸ ἕτερον κέρας τάξας παρήγγειλεν αὐτοῖς φυγομαχεῖν καὶ κατὰ τὴν ἔφοδον τῶν πολεμίων ἐκ τοῦ κατʼ ὀλίγον ὑποχωρεῖν. διὸ καὶ λοξὴν ποιήσας τὴν φάλαγγα, τῷ τοὺς ἐπιλέκτους ἔχοντι κέρατι ἔγνω κρίνειν τὴν μάχην.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme