Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

52.5 ταύτῃ δὲ τῇ παρρησίᾳ καταπληξαμένου τοῦ Ἐπαμεινώνδου τοὺς εὐλαβῶς ἔχοντας, ἕτερος οἱωνὸς ἐφάνη δυσχερέστερος τοῦ προτέρου. ὁ γὰρ γραμματεὺς προῆγεν ἔχων δόρυ καὶ ταινίαν ἐπʼ αὐτῷ, καὶ προεσήμαινε τὸ παραγγελλόμενον ὑπὸ τῶν ἡγεμόνων· πνεύματος δὲ γενομένου συνέβη τὴν ταινίαν ἀποσπασθεῖσαν περιαμπίσχεσθαι περί τινα στήλην ἐφεστῶσαν τάφῳ· ἦσαν δὲ ἐν τῷ τόπῳ τούτῳ τεθαμμένοι τινὲς Λακεδαιμόνιοι καὶ Πελοποννήσιοι, οἳ μετʼ Ἀγησιλάου στρατεύσαντες ἐτελεύτησαν.
52.6 τῶν δὲ πρεσβυτέρων τινὲς πάλιν ἐντυχόντες διεμαρτύραντο μὴ προάγειν τὴν δύναμιν, φανερῶς τῶν θεῶν κωλυόντων, ὁ δʼ οὐδὲν αὐτοῖς ἀποκριθεὶς προῆγε τὸ στρατόπεδον, ἡγούμενος τὸν ὑπὲρ τῶν καλῶν λογισμὸν καὶ τὴν ὑπὲρ τῶν δικαίων μνήμην αἱρετωτέραν εἶναι τῶν παρόντων σημείων.
52.7 ὁ μὲν οὖν Ἐπαμεινώνδας πεφιλοσοφηκὼς καὶ τοῖς ἐν παιδείᾳ λογισμοῖς ἐμφρόνως χρησάμενος παραυτίκα μὲν ὑπὸ πολλῶν μέμψεως ἔτυχεν, ὕστερον δὲ διὰ τῶν κατορθωμάτων δόξας στρατηγικῇ συνέσει διαφέρειν μεγίστων ἀγαθῶν αἴτιος ἐγένετο τῇ πατρίδι. εὐθὺς γὰρ προαγαγὼν τὴν δύναμιν, καὶ προκαταλαβόμενος τὰ περὶ τὴν Κορώνειαν στενά, κατεστρατοπέδευσεν.
53.1 ὁ δὲ Κλεόμβροτος πυθόμενος τοὺς πολεμίους προκατειληφέναι τὰς παρόδους, τὸ μὲν ταύτῃ ποιεῖσθαι τὴν διέξοδον ἀπέγνω, πορευθεὶς δὲ διὰ τῆς Φωκίδος, καὶ διεξελθὼν τὴν παραθαλαττίαν ὁδὸν χαλεπὴν οὖσαν, ἐνέβαλεν εἰς τὴν Βοιωτίαν ἀκινδύνως· ἐν παρόδῳ δέ τινα τῶν πολισματίων χειρωσάμενος δέκα τριήρων ἐγκρατὴς ἐγένετο.
53.2 μετὰ δὲ ταῦτα καταντήσας εἰς τὰ καλούμενα Λεῦκτρα κατεστρατοπέδευσε καὶ τοὺς στρατιώτας ἐκ τῆς ὁδοιπορίας ἀνελάμβανεν. οἱ δὲ Βοιωτοὶ προάγοντες ἐπὶ τοὺς πολεμίους, ὡς ἤγγισαν αὐτοῖς καὶ λόφους τινὰς ὑπερβαλόντες ἄφνω κατενόησαν τοὺς Λακεδαιμονίους ἐπέχοντας ἅπαν τὸ Λευκτρικὸν πεδίον, κατεπλάγησαν ἰδόντες τὸ μέγεθος τῆς δυνάμεως.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme