Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

20.1 ἅμα δὲ τούτοις πραττομένοις Πολυπέρχων περὶ Πελοπόννησον διατρίβων καὶ Κασάνδρῳ μὲν ἐγκαλῶν, τῆς δὲ Μακεδόνων ἡγεμονίας πάλαι ὀρεγόμενος ἐκ Περγάμου μετεπέμψατο τὸν ἐκ Βαρσίνης Ἡρακλέα, ὃς ἦν Ἀλεξάνδρου μὲν υἱός, τρεφόμενος δὲ ἐν Περγάμῳ, τὴν δʼ ἡλικίαν περὶ ἑπτακαίδεκα ἔτη γεγονώς.
20.2 ὁ δʼ οὖν Πολυπέρχων διαπέμπων πολλαχοῦ πρὸς τοὺς ἰδιοξένους καὶ τοὺς ἀλλοτρίως διακειμένους πρὸς Κάσανδρον ἠξίου κατάγειν τὸ μειράκιον ἐπὶ τὴν πατρῴαν βασιλείαν.
20.3 ἔγραψε δὲ καὶ πρὸς τὸ κοινὸν τῶν Αἰτωλῶν, ἀξιῶν δίοδόν τε δοῦναι καὶ συστρατεύειν, ἐπαγγελλόμενος πολλαπλασίους χάριτας ἀποδώσειν, ἐὰν συγκατάγωσι τὸ μειράκιον ἐπὶ τὴν πατρῴαν βασιλείαν. τῶν δὲ πραγμάτων αὐτῷ κατὰ νοῦν γενομένων, προθύμως θʼ ὑπακουόντων τῶν Αἰτωλῶν καὶ πολλῶν ἄλλων συντρεχόντων ἐπὶ τὴν κάθοδον τοῦ βασιλέως οἱ σύμπαντες ἠθροίσθησαν πεζοὶ μὲν ὑπὲρ τοὺς δισμυρίους, ἱππεῖς δʼ οὐκ ἐλάττους χιλίων.
20.4 καὶ Πολυπέρχων μὲν περὶ τὰς εἰς τὸν πόλεμον παρασκευὰς γινόμενος χρήματά τε συνῆγε καὶ πρὸς τοὺς οἰκείως ἔχοντας τῶν Μακεδόνων διαπεμπόμενος ἠξίου συνεργεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme