Book 20
42.5
ἐκβοηθησάντων δὲ τῶν Αἰγυπτίων ἱππεῦσί τε καὶ πεζοῖς τρισχιλίοις, γενομένης τε μάχης ἰσχυρᾶς καὶ τοῖς Πέρσαις πολλῶν ἐκ τῶν νεῶν προσγεγενημένων, κυκλωθέντες οἱ Αἰγύπτιοι, πολλοὶ μὲν ἀπέθανον, οὐκ ὀλίγοι δʼ ἐζωγρήθησαν· οἱ δὲ περιλειφθέντες εἰς τὴν πόλιν συνεδιώχθησαν. οἱ δὲ περὶ τὸν Ἰφικράτην συνεισπεσόντες τοῖς φρουροῦσιν ἐντὸς τῶν τειχῶν, καὶ κρατήσαντες τοῦ φρουρίου, τοῦτο μὲν κατέσκαψαν, τοὺς δʼ ἐνοικοῦντας ἐξηνδραποδίσαντο.
43.1
μετὰ δὲ ταῦτα τοῖς στρατηγοῖς ἐνέπεσε στάσις, διʼ ἣν τῆς ἐπιβολῆς ἐσφάλησαν. ὁ μὲν γὰρ Ἰφικράτης παρὰ τῶν αἰχμαλώτων πυθόμενος ἔρημον εἶναι τὴν Μέμφιν, ἐπικαιροτάτην οὖσαν πόλιν τῶν κατʼ Αἴγυπτον, συνεβούλευεν ἐξαυτῆς ἀναπλεῖν ἐπὶ τὴν Μέμφιν πρὸ τοῦ παραγενέσθαι τὰς τῶν Αἰγυπτίων δυνάμεις· οἱ δὲ περὶ τὸν Φαρνάβαζον ᾦντο δεῖν ἀναμένειν τὴν ὅλην δύναμιν τῶν Περσῶν· ἀσφαλεστέραν γὰρ ἔσεσθαι τὴν στρατείαν ἐπὶ τὴν Μέμφιν.
43.2
τοῦ δʼ Ἰφικράτους ἀξιοῦντος αὑτῷ δοθῆναι τοὺς παρόντας μισθοφόρους, καὶ μετʼ ἐκείνων ἐπαγγελλομένου κρατήσειν τῆς πόλεως, τό τε θράσος αὐτοῦ καὶ τὴν ἀρετὴν ὑπώπτευσε, μὴ κατʼ ἰδίαν κατάσχῃ τὴν Αἴγυπτον. διόπερ οὐ συγχωροῦντος τοῦ Φαρναβάζου, ὁ Ἰφικράτης διεμαρτύρατο, λέγων ὡς ἐὰν παρῶσι τὴν ὀξύτητα τῶν καιρῶν, ἄπρακτον ποιήσουσι τὴν ὅλην στρατιάν. στρατηγοὶ μὲν οὖν τινες ἐφθόνουν αὐτῷ καὶ διαβολὰς ἀδίκους προσῆπτον.
43.3
οἱ δʼ Αἰγύπτιοι πολλὴν ἀναστροφὴν λαβόντες, εἰς μὲν τὴν Μέμφιν ἐξέπεμψαν τὴν ἱκανὴν φυλακήν, ἐπὶ δὲ τὸ πεπορθημένον πολισμάτιον πάσαις ταῖς δυνάμεσι παραγενόμενοι, καὶ πολλὰ πλεονεκτοῦντες διὰ τὴν τῶν τόπων ὀχυρότητα, συμπλοκὰς ἐποιοῦντο τοῖς πολεμίοις συνεχεῖς. αἰεὶ δὲ μᾶλλον ἐπισχύοντες πολλοὺς ἀνῄρουν τῶν Περσῶν καὶ κατεθάρρουν τῶν πολεμίων.
43.4
χρονιζούσης δὲ τῆς περὶ τὸ πολισμάτιον τοῦτο στρατείας, καὶ τῶν ἐτησίων ἤδη γενομένων, ὁ Νεῖλος πληρούμενος καὶ πάντα τόπον ἐπέχων τῷ πλήθει τοῦ ῥεύματος αἰεὶ μᾶλλον ὠχύρου τὴν Αἴγυπτον. οἱ δὲ τῶν Περσῶν ἡγεμόνες, ἀντιπραττούσης αὐτοῖς αἰεὶ τῆς περιστάσεως, ἔγνωσαν ἐκ τῆς Αἰγύπτου τὴν ἀπαλλαγὴν ποιήσασθαι.