Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

31.4 πάντων δὲ τῶν ἀριστέων ἑτοίμων ὄντων βοηθεῖν τῷ Ἰάσονι καὶ πάντα κίνδυνον ἀναδέχεσθαι, περὶ τῆς ἐπιθέσεως ἐμπεσεῖν αὐτοῖς ἀμφισβήτησιν· τοὺς μὲν γὰρ συμβουλεύειν παραχρῆμα βιασαμένους εἰς τὴν πόλιν ἀπροσδοκήτως ἐπιθέσθαι τῷ βασιλεῖ, τινὰς δʼ ἀποφαίνεσθαι δεῖν στρατιώτας ἀπὸ τῆς ἰδίας πατρίδος ἕκαστον συλλέξαντα κοινὸν ἄρασθαι πόλεμον· ἀδύνατον γὰρ εἶναι πεντήκοντα καὶ τρισὶν ἀνδράσι περιγενέσθαι βασιλέως δύναμιν ἔχοντος καὶ πόλεις ἀξιολόγους.
34.10 τοῦ δὲ Παυσανίου τοῦτον τὸν τόπον πρῶτον ἐπιχειρήσαντος πολιορκεῖν καταπεφρονηκότως, ὡς οὐδέποτʼ ἂν τολμησάντων Ἠλείων ἐπεξελθεῖν, ἐξαίφνης οἵ τε Αἰτωλοὶ καὶ πολλοὶ τῶν πολιτῶν ἐκχυθέντες ἐκ τῆς πόλεως κατεπλήξαντο τοὺς Λακεδαιμονίους, καὶ σχεδὸν τριάκοντα αὐτῶν κατέβαλον.
31.5 τοιαύτης δʼ οὔσης ἐν αὐτοῖς ἀπορίας, λέγεται τὴν Μήδειαν ἐπαγγείλασθαι δι’ ἑαυτῆς τόν τε Πελίαν ἀποκτενεῖν δόλῳ καὶ τὰ βασίλεια παραδώσειν τοῖς ἀριστεῦσιν ἀκινδύνως.
34.11 ὁ δὲ Παυσανίας τότε μὲν ἔλυσε τὴν πολιορκίαν, μετὰ δὲ ταῦθʼ ὁρῶν ἐργώδη τὴν ἅλωσιν οὖσαν, ἐπῄει πορθῶν καὶ φθείρων τὴν χώραν ἱερὰν οὖσαν, καὶ παμπληθεῖς ὠφελείας ἤθροισεν.
31.6 ἐνταῦθα πάντων θαυμασάντων τὸν λόγον καὶ τὸν τρόπον τῆς ἐπιβουλῆς μαθεῖν ζητούντων, εἰπεῖν ὅτι κομίζει μεθʼ ἑαυτῆς πολλὰς καὶ παραδόξους δυνάμεις φαρμάκων εὑρημένας ὑπό τε τῆς μητρὸς Ἑκάτης καὶ τῆς ἀδελφῆς Κίρκης· καὶ ταύταις μὲν μηδέποτε χρῆσθαι πρότερον πρὸς ἀπώλειαν ἀνθρώπων, νυνὶ δὲ διʼ αὐτῶν ἀμυνεῖσθαι ῥᾳδίως τοὺς ἀξίους τιμωρίας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme