Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

36.6 ταῦτα δὲ πάντα ταχέως καὶ ῥᾳδίως ἐπετέλεσε, πείθων μὲν διὰ τῆς τοῦ λόγου δυνάμεως, νικῶν δὲ διʼ ἀνδρείαν καὶ στρατηγίαν. διόπερ οὐ μόνον παρὰ τοῖς πολίταις, ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις Ἕλλησι μεγάλης ἐτύγχανεν ἀποδοχῆς. καὶ τὰ μὲν περὶ Τιμόθεον ἐν τούτοις ἦν.
37.1 ἅμα δὲ τούτοις πραττομένοις Θηβαῖοι μὲν ἐστράτευσαν ἐπʼ Ὀρχομενὸν ἐπιλέκτοις ἀνδράσι πεντακοσίοις, καὶ συνετέλεσαν πρᾶξιν ἀξίαν μνήμης· φρουρούντων γὰρ τὸν Ὀρχομενὸν Λακεδαιμονίων πολλοῖς στρατιώταις, καὶ τοῖς Θηβαίοις ἀντιταξαμένων, ἐγενήθη μάχη καρτερά, καθʼ ἣν οἱ Θηβαῖοι πρὸς διπλασίους συμβαλόντες ἐνίκησαν τοὺς Λακεδαιμονίους. οὐδέποτε γὰρ τοῦτο συνέβη γενέσθαι κατὰ τοὺς ἐπάνω χρόνους, ἀλλʼ ἀγαπητὸν ὑπάρχειν ἐδόκει τὸ πολλοὺς ὀλίγους νικῆσαι.
37.2 διὸ καὶ φρονήματος ἐπίμπλαντο Θηβαῖοι, καὶ τὴν ἀνδρείαν εἶχον μᾶλλον περιβόητον, καὶ φανεροὶ καθειστήκεισαν ἀμφισβητήσοντες τῆς τῶν Ἑλλήνων ἡγεμονίας.
37.3 τῶν δὲ συγγραφέων Ἑρμείας ὁ Μεθυμναῖος τὴν τῶν Σικελικῶν σύνταξιν εἰς τοῦτον τὸν ἐνιαυτὸν κατέστροφε, γράψας βύβλους δέκα, ὡς δέ τινες διαιροῦσι, δώδεκα.
38.1 ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἱπποδάμου Ῥωμαῖοι χιλιάρχους ἀντὶ τῶν ὑπάτων κατέστησαν τέτταρας, Λεύκιον Οὐαλέριον, Λεύκιον Μάλλιον, Σερούιον Σουλπίκιον, Λοκρήτιον. ἐπὶ δὲ τούτων Ἀρταξέρξησὁ τῶν Περσῶν βασιλεὺς μέλλων πολεμεῖν πρὸς Αἰγυπτίους καὶ σπεύδων ξενικὴν δύναμιν ἀξιόλογον συστήσασθαι, διέγνω συλλύσασθαι τοὺς κατὰ τὴν Ἑλλάδα πολέμους· οὕτως γὰρ μάλιστʼ ἤλπιζε τοὺς Ἕλληνας ἀπολελυμένους τῶν οἰκείων πολέμων ἑτοιμοτέρους ἔσεσθαι πρὸς τὰς ξενολογίας. διόπερ πρέσβεις ἐξέπεμψεν εἰς τὴν Ἑλλάδα τοὺς παρακαλέσοντας τὰς πόλεις κοινὴν εἰρήνην συνθέσθαι.
38.2 τῶν δʼ Ἑλλήνων ἀσμένως προσδεξαμένων τοὺς λόγους διὰ τὸ κάμνειν τῇ συνεχείᾳ τῶν πολέμων, συνέθεντο πάντες τὴν εἰρήνην, ὥστε πάσας τὰς πόλεις αὐτονόμους καὶ ἀφρουρήτους εἶναι. καὶ κατέστησαν οἱ Ἕλληνες ἐξαγωγεῖς, οἳ κατὰ πόλιν ἑκάστην ἐπελθόντες ἐξήγαγον ἁπάσας τὰς φρουράς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme