Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

84.2 τοῦ δʼ Ἀγησιλάου προσμαχομένου συγκατέβησαν ἐκ τοῦ κατʼ ὀλίγον πρὸς τὸν ἀγῶνα. γενομένης δὲ μάχης ἐπὶ πολὺν χρόνον ἰσχυρᾶς, τὸ μὲν πρῶτον οἱ περὶ τὸν Ἀγησίλαον προετέρουν, μετὰ δὲ ταῦτα τῶν ἐκ τῆς πόλεως Θηβαίων ἐκχυθέντων πανδημεί, θεωρῶν τὸ πλῆθος τῶν ἐπιρρεόντων ὁ Ἀγησίλαος ἀνεκαλέσατο τῇ σάλπιγγι τοὺς στρατιώτας ἀπὸ τῆς μάχης. οἱ δὲ Θηβαῖοι, δόξαντες τότε πρώτως μὴ καταδεεστέρους ἑαυτοὺς εἶναι Λακεδαιμονίων, τρόπαιόν τε ἔστησαν καὶ τὸ λοιπὸν κατεθάρρησαν τῆς τῶν Σπαρτιατῶν δυνάμεως.
84.3 τὰ μὲν οὖν περὶ τὰς πεζὰς δυνάμεις τοιοῦτον ἔσχε τὸ τέλος· τῶν δὲ ναυτικῶν κατὰ τοὺς αὐτοὺς καιροὺς ἐγένετο μεγάλη ναυμαχία μεταξὺ Νάξου καὶ Πάρου διὰ τοιαύτας αἰτίας. Πόλλις ὁ τῶν Λακεδαιμονίων ναύαρχος, πυθόμενος σίτου πλῆθος ἐν ὁλκάσι παρακομίζεσθαι τοῖς Ἀθηναίοις, ἐφήδρευε καὶ παρετήρει τὸν κατάπλουν τῆς κομιζομένης ἀγορᾶς, διανοούμενος ἐπιθέσθαι ταῖς ὁλκάσιν. ἃ δὴ πυθόμενος ὁ δῆμος τῶν Ἀθηναίων ἐξέπεμψε στόλον παραφυλάξοντα τὴν σιτοπομπίαν, ὃς καὶ διέπεμψεν εἰς τὸν Πειραιέα τὴν κομιζομένην ἀγοράν.
84.4 μετὰ δὲ ταῦτα Χαβρίας μὲν ὁ τῶν Ἀθηναίων ναύαρχος μετὰ τοῦ στόλου παντὸς πλεύσας ἐπὶ τὴν Νάξον συνεστήσατο πολιορκίαν. προσαγαγὼν δὲ τοῖς τείχεσι μηχανάς, καὶ διὰ τούτων σαλεύσας τὰ τείχη, σπουδὴν εἰσεφέρετο βίᾳ κρατῆσαι τῆς πόλεως. ἅμα δὲ τούτοις πραττομένοις Πόλλις ὁ τῶν Λακεδαιμονίων ναύαρχος κατέπλευσε βοηθήσων τοῖς Ναξίοις. γενομένης δὲ φιλοτιμίας ἀμφότεροι συγκατέβησαν εἰς ναυμαχίαν, καὶ τὰς ναῦς διατάξαντες ἐπέπλεον ἀλλήλοις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme