Thesauros › Literature › History › Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

←
Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

115.7 πρὸ γὰρ τῆς τούτου αἱρέσεως οἱ ἐπιφανέστατοι τῶν ἡγεμόνων Σικελὸς καὶ Ἑκήτορος ὑπὲρ τῆς Παγκράτιδος ἐρίσαντες ἀλλήλους ἀνεῖλον. ὁ δὲ Ἀγασσαμενὸς ὕπαρχον ἕνα τῶν φίλων καταστήσας συνῴκισεν αὐτῷ τὴν Ἰφιμέδειαν.
36.5 ἀφεστηκυίας δὲ τῆς πόλεως, καὶ τῶν φυγάδων φρούριόν τι κατειληφότων, μετὰ τούτων διεπολέμουν πρὸς τοὺς κατὰ τὴν πόλιν. οἱ δʼ Ἀθηναῖοι πυθόμενοι τὴν Θρασυβούλου τοῦ στρατηγοῦ τελευτήν, Ἀγύριον στρατηγὸν ἐξέπεμψαν. τὰ μὲν οὖν κατὰ τὴν Ἀσίαν ἐν τούτοις ἦν.
51.1 ὁ δʼ Ἀλωεὺς ἐπὶ ζήτησιν τῆς τε γυναικὸς καὶ τῆς θυγατρὸς ἐξέπεμψε τοὺς υἱοὺς Ὦτον καὶ Ἐφιάλτην· οἳ πλεύσαντες εἰς τὴν Στρογγύλην μάχῃ τε ἐνίκησαν τοὺς Θρᾷκας καὶ τὴν πόλιν ἐξεπολιόρκησαν.
37.1 κατὰ δὲ τὴν Σικελίαν ὁ τῶν Συρακοσίων τύραννος Διονύσιος σπεύδων τῇ κατὰ τὴν νῆσον δυναστείᾳ καὶ τοὺς κατʼ Ἰταλίαν Ἕλληνας προσλαβέσθαι, τὴν μὲν ἐπʼ ἐκείνους κοινὴν στρατείαν εἰς ἕτερον καιρὸν ἀνεβάλετο, κρίνας δὲ συμφέρειν ἐπιχειρεῖν πρώτῃ τῇ τῶν Ῥηγίνων πόλει διὰ τὸ προπολεμητήριον αὐτὴν εἶναι τῆς Ἰταλίας, ὥρμησεν ἐκ Συρακουσῶν μετὰ τῆς δυνάμεως.
51.2 εἶτα ἡ μὲν Παγκράτις ἐτελεύτησεν, οἱ δὲ περὶ τὸν Ὦτον καὶ Ἐφιάλτην ἐπεβάλοντο κατοικεῖν ἐν τῇ νήσῳ καὶ ἄρχειν τῶν Θρᾳκῶν· μετωνόμασαν δὲ καὶ τὴν νῆσον Δίαν. ὕστερον δὲ στασιάσαντες πρὸς ἀλλήλους καὶ μάχην συνάψαντες τῶν τε ἄλλων πολλοὺς ἀπέκτειναν καὶ ἀλλήλους ἀνεῖλον, ὑπὸ δὲ τῶν ἐγχωρίων εἰς τὸν λοιπὸν χρόνον ὡς ἥρωες ἐτιμήθησαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme