Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

22.2 ἐπὶ δὲ τούτων Λακεδαιμόνιοι μὲν στρατηγὸν προχειρισάμενοι Ἀγησίπολιν τὸν βασιλέα, καὶ δύναμιν ἱκανὴν παραδόντες, ἐψηφίσαντο πρὸς Ὀλυνθίους πολεμεῖν. οὗτος δὲ καταντήσας εἰς τὴν τῶν Ὀλυνθίων χώραν καὶ παραλαβὼν τοὺς προϋπάρχοντας ἐν τῇ παρεμβολῇ στρατιώτας διεπολέμει πρὸς τοὺς ἐγχωρίους. οἱ δʼ Ὀλύνθιοι μεγάλην μὲν μάχην οὐδεμίαν κατὰ τοῦτον τὸν ἐνιαυτὸν συνεστήσαντο, ἀκροβολισμοὺς δὲ καὶ βραχείας συμπλοκὰς ποιούμενοι διετέλεσαν, καταπεπληγμένοι τὴν μετὰ τοῦ βασιλέως δύναμιν.
23.1 τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦν ἄρχων Πυθέας, ἐν Ῥώμῃ δʼ ἀντὶ τῶν ὑπάτων χιλίαρχοι ἓξ κατεστάθησαν, Τίτος Κοΐνκτιος, Λεύκιος Σερουίλιος, Λεύκιος Ἰούλιος, Ἀκύλλιος, Λεύκιος Λοκρήτιος, Σερούιος Σουλπίκιος, παρὰ δὲ Ἠλείοις Ὀλυμπιὰς ἤχθη ἑκατοστή, καθʼ ἣν ἐνίκα στάδιον Διονυσόδωρος Ταραντῖνος.
23.2 ἐπὶ δὲ τούτων Ἀγησίπολις ὁ τῶν Λακεδαιμονίων βασιλεὺς ἐτελεύτησε νόσῳ, βασιλεύσας ἔτη δεκατέσσαρα· τὴν δὲ ἀρχὴν διαδεξάμενος Κλεόμβροτος ὁ ἀδελφὸς ἐβασίλευσεν ἔτη ἐννέα. Λακεδαιμόνιοι δὲ Πολυβιάδαν στρατηγὸν καταστήσαντες ἐξαπέστειλαν εἰς τὸν πρὸς Ὀλυνθίους πόλεμον.
23.3 οὗτος δὲ παραλαβὼν τὰς δυνάμεις, καὶ τὸν πόλεμον ἐνεργῶς ἅμα καὶ στρατηγικῶς διοικῶν, ἐποίει πολλὰ προτερήματα. αἰεὶ δὲ μᾶλλον εὐημερῶν καὶ πλείοσι μάχαις νικήσας συνέκλεισε τοὺς Ὀλυνθίους εἰς πολιορκίαν· τέλος δὲ καταπληξάμενος τοὺς πολεμίους προσέταξεν ὑποταγῆναι Λακεδαιμονίοις. ἐγγραφέντων δὲ τῶν Ὀλυνθίων εἰς τὴν τῶν Σπαρτιατῶν συμμαχίαν, πολλαὶ καὶ τῶν ἄλλων πόλεων ἔσπευσαν εἰς τὴν τῶν Λακεδαιμονίων ἡγεμονίαν καταλεχθῆναι. διὸ καὶ κατὰ τούτους τοὺς καιροὺς πλεῖστον ἴσχυσαν Λακεδαιμόνιοι, καὶ τῆς Ἑλλάδος ἔσχον τὴν ἡγεμονίαν κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν.
23.4 Θηβαῖοι μὲν γὰρ ὑπῆρχον ἔμφρουροι, Κορίνθιοι δὲ καὶ Ἀργεῖοι διὰ τοὺς προγεγονότας πολέμους ὑπῆρχον τεταπεινωμένοι, Ἀθηναῖοι δὲ διὰ τὰς τῶν καταπολεμουμένων κληρουχίας ἠδόξουν ἐν τοῖς Ἕλλησιν· οἱ δὲ Λακεδαιμόνιοι τῆς τε πολυανθρωπίας καὶ τῆς ἐν τοῖς ὅπλοις μελέτης πολλὴν πρόνοιαν ἐπεποίηντο, καὶ φοβεροὶ πᾶσιν ὑπῆρχον διὰ τὴν δύναμιν τῆς ἡγεμονίας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme