Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

83.2 οὗτος οἰκήτορας ἀθροίσας καὶ τὴν ὁρμὴν ἐκ τῆς ἀντιπέρας ἠπείρου ποιησάμενος, κατελάβετο νῆσον ἔρημον οὖσαν τὴν ὀνομαζομένην Λεύκοφρυν· κατακληρουχήσας δʼ αὐτὴν τοῖς ὑπʼ αὐτὸν ταττομένοις, καὶ κτίσας ἐν αὐτῇ πόλιν, ὠνόμασεν ἀφʼ ἑαυτοῦ Τένεδον.
64.4 εὐθὺς οὖν πρὸς μὲν Ἄκοριν τὸν βασιλέα τῶν Αἰγυπτίων διαπρεσβευσάμενος συμμαχίαν συνέθετο κατὰ τοῦ βασιλέως, πρὸς δὲ τοὺς Λακεδαιμονίους γράφων ἐπῇρε κατὰ τοῦ βασιλέως, καὶ χρημάτων πλῆθος ἐπηγγέλλετο δώσειν καὶ τὰς ἄλλας ἐπαγγελίας μεγάλας ἐποιεῖτο, ὑπισχνούμενος συμπράξειν αὐτοῖς τὰ κατὰ τὴν Ἑλλάδα καὶ τὴν ἡγεμονίαν αὐτοῖς τὴν πάτριον συγκατασκευάσειν.
83.3 πολιτευόμενος δὲ καλῶς καὶ πολλὰ τοὺς ἐγχωρίους εὐεργετήσας ζῶν μὲν μεγάλης ἀποδοχῆς ἐτύγχανε, τελευτήσας δʼ ἀθανάτων τιμῶν ἠξιώθη· καὶ γὰρ τέμενος αὐτοῦ κατεσκεύασαν καὶ θυσίαις ὡς θεὸν ἐτίμων, ἃς διετέλουν θύοντες μέχρι τῶν νεωτέρων καιρῶν.
64.5 οἱ δὲ Σπαρτιᾶται καὶ πάλαι μὲν διεγνώκεισαν ἀνακτᾶσθαι τὴν ἡγεμονίαν, τότε δὲ συνετάραττον ἤδη τὰς πόλεις καὶ πᾶσιν ὑπῆρχον φανεροὶ τὰς πόλεις καταδουλούμενοι. πρὸς δὲ τούτοις ἀδοξοῦντες ἐπὶ τῷ δοκεῖν ἐν τῇ πρὸς τὸν βασιλέα συνθέσει τοὺς κατὰ τὴν Ἀσίαν Ἕλληνας ἐκδότους πεποιηκέναι, μετεμέλοντο τοῖς πεπραγμένοις καὶ πρόφασιν εὔλογον ἐζήτουν τοῦ πρὸς τὸν Ἀρταξέρξην πολέμου. διόπερ ἄσμενοι συνέθεντο πρὸς τὸν Γλῶ τὴν συμμαχίαν.
83.4 οὐ παραλειπτέον δʼ ἡμῖν περὶ τῶν παρὰ τοῖς Τενεδίοις μυθολογουμένων περὶ τοῦ κτίσαντος τὴν πόλιν Τέννου· Κύκνον γάρ φασι τὸν πατέρα πιστεύσαντα γυναικὸς διαβολαῖς ἀδίκοις τὸν υἱὸν Τέννην εἰς λάρνακα θέντα καταποντίσαι· ταύτην δʼ ὑπὸ τοῦ κλύδωνος φερομένην προσενεχθῆναι τῇ Τενέδῳ, καὶ τὸν Τέννην παραδόξως σωθέντα θεῶν τινος προνοίᾳ τῆς νήσου βασιλεῦσαι, καὶ γενόμενον ἐπιφανῆ διὰ τὴν δικαιοσύνην καὶ τὰς ἄλλας ἀρετὰς τυχεῖν ἀθανάτων τιμῶν. κατὰ δὲ τὰς τῆς μητρυιᾶς διαβολὰς αὐλητοῦ τινος ψευδῶς καταμαρτυρήσαντος, νόμιμον ἔθεντο μηδένα αὐλητὴν εἰς τὸ τέμενος εἰσιέναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme