Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

32.6 κατὰ δὲ τούτους τοὺς χρόνους Λέσβος ὁ Λαπίθου τοῦ Αἰόλου τοῦ Ἱππότου κατά τι πυθόχρηστον μετʼ οἰκητόρων πλεύσας εἰς τὴν προειρημένην νῆσον, καὶ γήμας τὴν θυγατέρα τοῦ Μακαρέως Μήθυμναν, κοινῇ κατῴκησε, γενόμενος δʼ ἐπιφανὴς ἀνὴρ τήν τε νῆσον Λέσβον ὠνόμασεν ἀφʼ ἑαυτοῦ καὶ τοὺς λαοὺς Λεσβίους προσηγόρευσε.
8.1 ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Δεξιθέου Ῥωμαῖοι κατέστησαν ὑπάτους Λεύκιον Λουκρήτιον καὶ Σερούιον Σουλπίκιον. ἐπὶ δὲ τούτων Εὐαγόρας μὲν ὁ τῶν Σαλαμινίων βασιλεὺς ἧκεν εἰς Κύπρον ἐξ Αἰγύπτου, κομίζων χρήματα παρὰ Ἀκόριδος τοῦ βασιλέως Αἰγύπτου ἐλάττονα τῶν προσδοκηθέντων. καταλαβὼν δὲ τὴν Σαλαμῖνα πολιορκουμένην ἐνεργῶς, καὶ ὑπὸ τῶν συμμάχων καταλειπόμενος, ἠναγκάσθη πρεσβεῦσαι περὶ συλλύσεως.
32.7 Μακαρεῖ δὲ θυγατέρες ἐγένοντο σὺν ἄλλαις Μυτιλήνη καὶ Μήθυμνα, ἀφʼ ὧν αἱ πόλεις ἔσχον τὴν προσηγορίαν. ὁ δὲ Μακαρεὺς ἐπιβαλλόμενος τὰς σύνεγγυς νήσους ἰδίας κατασκευάζειν ἐξέπεμψεν ἀποικίαν εἰς πρώτην τὴν Χίον, ἑνὶ τῶν ἑαυτοῦ παίδων παραδοὺς τὴν ἡγεμονίαν·
8.2 ὁ δὲ Τιρίβαζος τῶν ὅλων ἔχων τὴν ἡγεμονίαν ἔφησε συγχωρῆσαι τὴν σύλλυσιν, ἐὰν Εὐαγόρας ἐκχωρήσῃ πασῶν τῶν κατὰ τὴν Κύπρον πόλεων, αὐτῆς δὲ μόνης τῆς Σαλαμῖνος βασιλεύων τελῇ τῷ Περσῶν βασιλεῖ κατʼ ἐνιαυτὸν φόρον ὡρισμένον καὶ ποιῇ τὸ προσταττόμενον ὡς δοῦλος δεσπότῃ.
32.8 μετὰ δὲ ταῦτα εἰς τὴν Σάμον ἕτερον ἐξέπεμψε τὸν ὀνομαζόμενον Κυδρόλαον, ὃς ἐν ταύτῃ κατοικήσας καὶ τὴν νῆσον κατακληρουχήσας ἐβασίλευεν αὐτῆς· τρίτην δὲ τὴν Κῶ κατοικίσας ἀπέδειξεν αὐτῆς βασιλέα Νέανδρον· ἑξῆς δʼ εἰς τὴν Ῥόδον Λεύκιππον ἐξέπεμψε μετὰ συχνῶν οἰκητόρων, οὓς οἱ τὴν Ῥόδον κατοικοῦντες διὰ τὴν σπάνιν τῶν ἀνδρῶν ἄσμενοι προσεδέξαντο καὶ κοινῇ τὴν νῆσον ᾤκησαν.
8.3 ὁ δʼ Εὐαγόρας, καίπερ βαρείας οὔσης τῆς αἱρέσεως, τὰ μὲν ἄλλα πάντα συνεχώρει, τὸ δʼ ὡς δοῦλον δεσπότῃ ποιεῖν τὸ προσταττόμενον ἀντέλεγεν, ἔφη δὲ αὑτὸν ὡς βασιλέα βασιλεῖ δεῖν ὑποτετάχθαι. οὐ συγχωροῦντος δὲ τοῦ Τιριβάζου, Ὀρόντης ὁ ἕτερος στρατηγός, φθονῶν τῇ δόξῃ τοῦ Τιριβάζου, γράμματα λάθρᾳ πρὸς τὸν Ἀρταξέρξην ἔπεμψε κατὰ τοῦ Τιριβάζου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme