Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

30.4 Μίνῳ δέ φασιν υἱοὺς γενέσθαι Δευκαλίωνά τε καὶ Μόλον· καὶ Δευκαλίωνος μὲν Ἰδομενέα, Μόλου δὲ Μηριόνην ὑπάρξαι. τούτους δὲ ναυσὶν ἐνενήκοντα στρατεῦσαι μετʼ Ἀγαμέμνονος εἰς Ἴλιον, καὶ διασωθέντας εἰς τὴν πατρίδα τελευτῆσαι καὶ ταφῆς ἐπιφανοῦς ἀξιωθῆναι καὶ τιμῶν ἀθανάτων. καὶ τὸν τάφον αὐτῶν ἐν τῇ Κνωσῷ δεικνύουσιν, ἐπιγραφὴν ἔχοντα τοιάνδε, Κνωσίου Ἰδομενῆος ὅρα τάφον. αὐτὰρ ἐγώ τοι πλησίον ἵδρυμαι Μηριόνης ὁ Μόλου. τούτους μὲν οὖν ὡς ἥρωας ἐπιφανεῖς τιμῶσιν οἱ Κρῆτες διαφερόντως, θύοντες καὶ κατὰ τοὺς ἐν τοῖς πολέμοις κινδύνους ἐπικαλούμενοι βοηθούς.
5.5 οἱ δὲ Μαντινεῖς εἰς τὰς Ἀθήνας πρέσβεις ἀποστείλαντες ἠξίουν ἑαυτοῖς βοηθῆσαι. οὐ προαιρουμένων δὲ τῶν Ἀθηναίων παραβαίνειν τὰς κοινὰς συνθήκας, ὅμως καθʼ αὑτοὺς ὑποστάντες τὴν πολιορκίαν εὐρώστως ἠμύνοντο τοὺς πολεμίους. καὶ τὰ μὲν κατὰ τὴν Ἑλλάδα τοῦτον τὸν τρόπον καινῶν πολέμων ἀρχὴν ἐλάμβανεν.
80.1 τούτων δʼ ἡμῖν διευκρινημένων λείπεται περὶ τῶν ἐπιμιχθέντων ἐθνῶν τοῖς Κρησὶ διελθεῖν. ὅτι μὲν οὖν πρῶτοι κατῴκησαν τὴν νῆσον οἱ προσαγορευθέντες μὲν Ἐτεόκρητες, δοκοῦντες δʼ ὑπάρχειν αὐτόχθονες, προειρήκαμεν· μετὰ δὲ τούτους πολλαῖς γενεαῖς ὕστερον Πελασγοὶ πλανώμενοι διὰ τὰς συνεχεῖς στρατείας καὶ μεταναστάσεις καταντήσαντες εἰς τὴν Κρήτην μέρος τῆς νήσου κατῴκησαν.
60.1 κατὰ δὲ τὴν Σικελίαν Διονύσιος ὁ τῶν Συρακοσίων τύραννος ἀπολελυμένος τῶν πρὸς Καρχηδονίους πολέμων πολλὴν εἰρήνην καὶ σχολὴν εἶχεν. διὸ καὶ ποιήματα γράφειν ὑπεστήσατο μετὰ πολλῆς σπουδῆς, καὶ τοὺς ἐν τούτοις δόξαν ἔχοντας μετεπέμπετο καὶ προτιμῶν αὐτοὺς συνδιέτριβε καὶ τῶν ποιημάτων ἐπιστάτας καὶ διορθωτὰς εἶχεν. ὑπὸ δὲ τούτων διὰ τὰς εὐεργεσίας τοῖς πρὸς χάριν λόγοις μετεωριζόμενος ἐκαυχᾶτο πολὺ μᾶλλον ἐπὶ τοῖς ποιήμασιν ἢ τοῖς ἐν πολέμῳ κατωρθωμένοις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme