Book 20
57.2
στρατηγοὺς δʼ ἀπέδειξε τῆς πεζῆς δυνάμεως Ὀρόνταν κηδεστήν, τῆς δὲ ναυτικῆς Τιρίβαζον, ἄνδρα μεγάλης ἀποδοχῆς τυγχάνοντα παρὰ τοῖς Πέρσαις. οὗτοι δὲ παραλαβόντες τὰς δυνάμεις ἐν Φωκαίᾳ καὶ Κύμῃ κατήντησαν εἰς Κιλικίαν, καὶ περαιωθέντες εἰς Κύπρον ἐνεργῶς διῴκουν τὸν πόλεμον.
77.1
πλοῦτον δὲ γενέσθαι φασὶν ἐν Τριπόλῳ τῆς Κρήτης ἐκ Δήμητρος καὶ Ἰασίωνος, διττῶς ἱστορουμένης αὐτοῦ τῆς γενέσεως. οἱ μὲν γάρ φασι τὴν γῆν σπαρεῖσαν ὑπὸ Ἰασίωνος καὶ τυγχάνουσαν ἐπιμελείας τῆς προσηκούσης ἀνεῖναι τοσοῦτο πλῆθος καρπῶν, ὥστε τοὺς ἰδόντας ἴδιον ὄνομα θέσθαι τῷ πλήθει τῶν γενομένων καρπῶν καὶ προσαγορεῦσαι πλοῦτον· διὸ καὶ τοῖς ἐπιγινομένοις παραδόσιμον γενέσθαι τὸ τοὺς πλείω τῶν ἱκανῶν κτησαμένους ἔχειν πλοῦτον.
57.3
ὁ δʼ Εὐαγόρασπρὸς μὲν τὸν Ἄκοριν τὸν Αἰγυπτίων βασιλέα, πολέμιον ὄντα Περσῶν, συμμαχίαν ἐποιήσατο καὶ δύναμιν ἀξιόλογον παρʼ αὐτοῦ προσελάβετο, παρʼ Ἑκατόμνου δὲ τοῦ Καρίας δυνάστου, λάθρᾳ συμπράττοντος αὐτῷ, χρημάτων ἔλαβε πλῆθος εἰς διατροφὴν ξενικῶν δυνάμεων· ὁμοίως δὲ καὶ τοὺς ἄλλους τοὺς ἀλλοτρίως ἔχοντας πρὸς Πέρσας, τοὺς μὲν λαθραίως, τοὺς δὲ καὶ φανερῶς ἐπεσπάσατο κοινωνήσοντας τοῦ Περσικοῦ πολέμου.
77.2
ἔνιοι δὲ μυθολογοῦσιν ἐκ Δήμητρος καὶ Ἰασίωνος γενέσθαι παῖδα Πλοῦτον ὀνομαζόμενον, ὃν πρῶτον ἐπιμέλειαν βίου καὶ χρημάτων ἀθροισμὸν καὶ φυλακὴν εἰσηγήσασθαι, τῶν πρὸ τοῦ πάντων ὀλιγώρως ἐχόντων περὶ τὸ σωρεύειν καὶ τηρεῖν ἐπιμελῶς χρημάτων πλῆθος.
57.4
ἐκυρίευε δὲ κατὰ μὲν τὴν Κύπρον τῶν πόλεων σχεδόν τι πασῶν, κατὰ δὲ τὴν Φοινίκην Τύρου καί τινων ἑτέρων. εἶχε δὲ τριήρεις μὲν ἐνενήκοντα, καὶ τούτων ὑπῆρχον Τύριαι μὲν εἴκοσι, Κύπριαι δʼ ἑβδομήκοντα, στρατιώτας δʼ ἰδίους μὲν ἑξακισχιλίους, παρὰ δὲ τῶν συμμάχων πολλῷ τούτων πλείους. πρὸς δὲ τούτοις μισθοφόρους πολλοὺς ἐξενολόγει, ἔχων χρημάτων δαψίλειαν. ἔπεμψε δʼ αὐτῷ καὶ ὁ τῶν Ἀράβων βασιλεὺς στρατιώτας οὐκ ὀλίγους καὶ ἄλλοι τινὲς οἱ ἐν ὑποψίαις ὄντες τῷ τῶν Περσῶν βασιλεῖ.